ἐλούσατʼ, ἐκ δ’ ἑλοῦσα κεδρίνων δόμωνἐσθῆτα κόσμον τ’ εὐπρεπῶς ἠσκήσατο,καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο·Δέσποινʼ, ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός,πανύστατόν σε προσπίτνουσ’ αἰτήσομαι,τέκν’ ὀρφανεῦσαι τἀμά· καὶ τῷ μὲν φίληνσύζευξον ἄλοχον, τῇ δὲ γενναῖον πόσιν.μηδ’ ὥσπερ αὐτῶν ἡ τεκοῦσ’ ἀπόλλυμαιθανεῖν ἀώρους παῖδας, ἀλλ’ εὐδαίμοναςἐν γῇ πατρῴᾳ τερπνὸν ἐκπλῆσαι βίον.πάντας δὲ βωμούς, οἳ κατ’ Ἀδμήτου δόμους,προσῆλθε κἀξέστεψε καὶ προσηύξατο,πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην,ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸνκακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν.κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος,ἐνταῦθα δὴ ʼδάκρυσε καὶ λέγει τάδε·Ὦ λέκτρον, ἔνθα παρθένει’ ἔλυσ’ ἐγὼκορεύματ’ ἐκ τοῦδ’ ἀνδρός, οὗ θνῄσκω πέρι,χαῖρʼ· οὐ γὰρ ἐχθαίρω σʼ· ἀπώλεσας δ’ ἐμὲμόνην· προδοῦναι γάρ σ’ ὀκνοῦσα καὶ πόσινθνῄσκω. σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται,σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως.κυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιονὀφθαλμοτέγκτῳ δεύεται πλημμυρίδι.ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον,στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων,καὶ πολλὰ θαλάμων ἐξιοῦσ’ ἐπεστράφηκἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοιἔκλαιον· ἣ δὲ λαμβάνουσ’ ἐς ἀγκάλαςἠσπάζετ’ ἄλλοτ’ ἄλλον, ὡς θανουμένη.πάντες δ’ ἔκλαιον οἰκέται κατὰ στέγαςδέσποιναν οἰκτίροντες. ἣ δὲ δεξιὰνπρούτειν’ ἑκάστῳ, κοὔτις ἦν οὕτω κακὸςὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν.τοιαῦτ’ ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.καὶ κατθανών τἂν ὤλετʼ, ἐκφυγών δ’ ἔχειτοσοῦτον ἄλγος, οὗ ποτ’—οὐ λελήσεται.ἦ που στενάζει τοισίδ’ Ἄδμητος κακοῖς,