τῇ σῇ πέποιθα χειρὶ δεξιᾷ μόνῃ.ἄναξ, βιάζῃ μ’ οὐ θέλοντα δρᾶν τάδε.τόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης.καὶ δὴ προτείνω, Γοργόν’ ὡς καρατομῶν.ἔχεις;ἔχω; ναί.σῷζέ νυν, καὶ τὸν Διὸςφήσεις ποτ’ εἶναι παῖδα γενναῖον ξένον.βλέψον πρὸς αὐτήν, εἴ τι σῇ δοκεῖ πρέπεινγυναικί· λύπης δ’ εὐτυχῶν μεθίστασο.ὦ θεοί, τί λέξω—θαῦμ’ ἀνέλπιστον τόδε—γυναῖκα λεύσσων τήνδʼ; —ἐμὴν ἐτητύμως;ἢ κέρτομός με θεοῦ τις ἐκπλήσσει χαρά;οὐκ ἔστιν, ἀλλὰ τήνδ’ ὁρᾷς δάμαρτα σήν.ὅρα γε μή τι φάσμα νερτέρων τόδ’ ᾖ.οὐ ψυχαγωγὸν τόνδ’ ἐποιήσω ξένον.ἀλλ’ ἣν ἔθαπτον εἰσορῶ δάμαρτ’ ἐμήν;σάφ’ ἴσθʼ. ἀπιστεῖν δ’ οὔ σε θαυμάζω τύχην.θίγω, προσείπω ζῶσαν ὡς δάμαρτ’ ἐμήν;πρόσειπʼ. ἔχεις γὰρ πᾶν ὅσονπερ ἤθελες.ὦ φιλτάτης γυναικὸς ὄμμα καὶ δέμας,ἔχω σ’ ἀέλπτως, οὔποτ’ ὄψεσθαι δοκῶν.ἔχεις· φθόνος δὲ μὴ γένοιτό τις θεῶν.ὦ τοῦ μεγίστου Ζηνὸς εὐγενὲς τέκνον,εὐδαιμονοίης, καί σ’ ὁ φιτύσας πατὴρσῴζοι· σὺ γὰρ δὴ τἄμ’ ἀνώρθωσας μόνος.πῶς τήνδ’ ἔπεμψας νέρθεν ἐς φάος τόδε;μάχην συνάψας δαιμόνων τῷ κυρίῳ.ποῦ τόνδε Θανάτῳ φῂς ἀγῶνα συμβαλεῖν;τύμβον παρ’ αὐτὸν ἐκ λόχου μάρψας χεροῖν.τί γάρ ποθ’ ἥδ’ ἄναυδος ἕστηκεν γυνή;οὔπω θέμις σοι τῆσδε προσφωνημάτωνκλύειν, πρὶν ἂν θεοῖσι τοῖσι νερτέροιςἀφαγνίσηται καὶ τρίτον μόλῃ φάος.ἀλλ’ εἴσαγ’ εἴσω τήνδε· καὶ δίκαιος ὢντὸ λοιπόν, Ἄδμητʼ, εὐσέβει περὶ ξένους.καὶ χαῖρʼ· ἐγὼ δὲ τὸν προκείμενον πόνονΣθενέλου τυράννῳ παιδὶ πορσυνῶ μολών.μεῖνον παρ’ ἡμῖν καὶ ξυνέστιος γενοῦ.αὖθις τόδ’ ἔσται, νῦν δ’ ἐπείγεσθαί με δεῖ.