ἀλλ’ εὐτυχοίης, νόστιμον δ’ ἔλθοις δόμον.ἀστοῖς δὲ πάσῃ τ’ ἐννέπω τετραρχίᾳ,χοροὺς ἐπ’ ἐσθλαῖς συμφοραῖσιν ἱστάναιβωμούς τε κνισᾶν βουθύτοισι προστροπαῖς.νῦν γὰρ μεθηρμόσμεσθα βελτίω βίοντοῦ πρόσθεν· οὐ γὰρ εὐτυχῶν ἀρνήσομαι.πολλαὶ μορφαὶ τῶν δαιμονίων,πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός.τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.