οὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν.μή νυν ὑπέρβαλλʼ, ἀλλ’ ἐναισίμως φέρε.ῥᾷον παραινεῖν ἢ παθόντα καρτερεῖν.τί δ’ ἂν προκόπτοις, εἰ θέλοις ἀεὶ στένειν;ἔγνωκα καὐτός, ἀλλ’ ἔρως τις ἐξάγει.τὸ γὰρ φιλῆσαι τὸν θανόντ’ ἄγει δάκρυ.ἀπώλεσέν με, κἄτι μᾶλλον ἢ λέγω.γυναικὸς ἐσθλῆς ἤμπλακες· τίς ἀντερεῖ;ὥστ’ ἄνδρα τόνδε μηκέθ’ ἥδεσθαι βίῳ.χρόνος μαλάξει, νῦν δ’ ἔθ’ ἡβάσκει κακόν.χρόνον λέγοις ἄν, εἰ χρόνος τὸ κατθανεῖν.γυνή σε παύσει καὶ νέου γάμου πόθοι.σίγησον· οἷον εἶπας. οὐκ ἂν ᾠόμην.τί δʼ; οὐ γαμεῖς γάρ, ἀλλὰ χηρεύσῃ λέχος;οὐκ ἔστιν ἥτις τῷδε συγκλιθήσεται.μῶν τὴν θανοῦσαν ὠφελεῖν τι προσδοκᾷς;κείνην ὅπουπερ ἔστι τιμᾶσθαι χρεών.αἰνῶ μὲν αἰνῶ· μωρίαν δ’ ὀφλισκάνεις.ὡς μήποτ’ ἄνδρα τόνδε νυμφίον καλῶν.ἐπῄνεσ’ ἀλόχῳ πιστὸς οὕνεκ’ εἶ φίλος.θάνοιμ’ ἐκείνην καίπερ οὐκ οὖσαν προδούς.δέχου νυν εἴσω τήνδε γενναίων δόμων.μή, πρός σε τοῦ σπείραντος ἄντομαι Διός.καὶ μὴν ἁμαρτήσῃ γε μὴ δράσας τάδε.καὶ δρῶν γε λύπῃ καρδίαν δηχθήσομαι.πιθοῦ· τάχ’ ἂν γὰρ ἐς δέον πέσοι χάρις.φεῦ.εἴθ’ ἐξ ἀγῶνος τήνδε μὴ ῎λαβές ποτε.νικῶντι μέντοι καὶ σὺ συννικᾷς ἐμοί.καλῶς ἔλεξας· ἡ γυνὴ δ’ ἀπελθέτω.ἄπεισιν, εἰ χρή· πρῶτα δ’ εἰ χρεὼν ἄθρει.χρή, σοῦ γε μὴ μέλλοντος ὀργαίνειν ἐμοί.εἰδώς τι κἀγὼ τήνδ’ ἔχω προθυμίαν.νίκα νυν. οὐ μὴν ἁνδάνοντά μοι ποιεῖς.ἀλλ’ ἔσθ’ ὅθ’ ἡμᾶς αἰνέσεις· πιθοῦ μόνον.κομίζετʼ, εἰ χρὴ τήνδε δέξασθαι δόμοις.οὐκ ἂν μεθείην τὴν γυναῖκα προσπόλοις.σὺ δ’ αὐτὸς αὐτὴν εἴσαγʼ, εἰ βούλῃ, δόμους.ἐς σὰς μὲν οὖν ἔγωγε θήσομαι χέρας.οὐκ ἂν θίγοιμι· δῶμα δ’ εἰσελθεῖν πάρα.