ποῖ ξανθὰν χαίταν σείεις;ἐγὼ δ’ ὁ σὸς πρόπολοςθητεύω Κύκλωπιτῷ μονοδέρκτᾳ δοῦλος ἀλαίνωνσὺν τᾷδε τράγου χλαίνᾳ μελέᾳσᾶς χωρὶς φιλίας.σιγήσατ’, ὦ τέκν’, ἄντρα δ’ ἐς πετρηρεφῆποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε.χωρεῖτ’· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις;ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφοςκώπης τ’ ἄνακτας σὺν στρατηλάτῃ τινὶστείχοντας ἐς τόδ’ ἄντρον· ἀμφὶ δ’ αὐχέσιτεύχη φέρονται κενά, βορᾶς κεχρημένοι,κρωσσούς θ’ ὑδρηλούς. ὦ ταλαίπωροι ξένοι,τίνες ποτ’ εἰσίν; οὐκ ἴσασι δεσπότηνΠολύφημον οἷός ἐστιν, ἄξενον στέγηντήνδ’ ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθοντὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι.ἀλλ’ ἥσυχοι γίγνεσθ’, ἵν’ ἐκπυθώμεθαπόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον.ξένοι, φράσαιτ’ ἂν νᾶμα ποτάμιον πόθενδίψης ἄκος λάβοιμεν, εἴ τέ τις θέλειβορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις;--τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν·Σατύρων πρὸς ἄντροις τόνδ’ ὅμιλον εἰσορῶ.χαίρειν προσεῖπα πρῶτα τὸν γεραίτατον.χαῖρ’, ὦ ξέν’, ὅστις δ’ εἶ φράσον πάτραν τε σήν.Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.οἶδ’ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος.ἐκεῖνος οὗτός εἰμι· λοιδόρει δὲ μή·πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει;ἐξ Ἰλίου γε κἀπὸ Τρωικῶν πόνων.πῶς; πορθμὸν οὐκ ᾔδησθα πατρῴας χθονός;ἀνέμων θύελλαι δεῦρό μ’ ἥρπασαν βίᾳ.παπαῖ· τὸν αὐτὸν δαίμον’ ἐξαντλεῖς ἐμοί.ἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης;λῃστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν.τίς δ’ ἥδε χώρα καὶ τίνες ναίουσί νιν;Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος.τείχη δὲ ποῦ ’στι καὶ πόλεως πυργώματα;