παῖ γενναίων μὲν πατέρωνγενναίων τ’ ἐκ τοκάδων,πᾷ δή μοι νίσῃ σκοπέλους;οὐ τᾷδ’ ὑπήνεμος αὔρακαὶ ποιηρὰ βοτάνα;δινᾶέν θ’ ὕδωρ ποταμῶνἐν πίστραις κεῖται πέλας ἄν-τρων; οὔ σοι βλαχαὶ τεκέων;—ψύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇκλιτὺν δροσεράν;ὠή, ῥίψω πέτρον τάχα σου—ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα—μηλοβότα στασιωρὸνΚύκλωπος ἀγροβάτα.σπαργῶντας μαστοὺς χάλασον·δέξαι θηλαῖσι σπορὰςἃς λείπεις ἀρνῶν θαλάμοις.ποθοῦσί σ’ ἁμερόκοιτοιβλαχαὶ σμικρῶν τεκέων.εἰς αὐλὰν πότ’ ἀμφιβαλεῖςποιηροὺς λείπουσα νομοὺςΑἰτναίων εἴσω σκοπέλων;—νύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇκλιτὺν δροσεράν;ὠή, ῥίψω πέτρον τάχα σου—ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα—μηλοβότα στασιωρὸνΚύκλωπος ἀγροβάτα.οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶΒάκχαι τε θυρσοφόροι,οὐ τυμπάνων ἀλαλαγμοὶκρήναις παρ’ ὑδροχύτοις,οὐκ οἴνου χλωραὶ σταγόνες·οὐδ’ ἐν Νύσᾳ μετὰ Νυμφᾶνἴακχον ἴακχον ᾠδὰνμέλπω πρὸς τὰν Ἀφροδίταν,ἃν θηρεύων πετόμανΒάκχαις σὺν λευκόποσινὦ φίλος·ὦ φίλε Βακχεῖε, ποῖ οἰοπολεῖς;