οὐκ εἴσ’· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε.τίνες δ’ ἔχουσι γαῖαν; ἦ θηρῶν γένος;Κύκλωπες, ἄντρ’ ἔχοντες, οὐ στέγας δόμων.τίνος κλύοντες; ἢ δεδήμευται κράτος;νομάδες· ἀκούει δ’ οὐδὲν οὐδεὶς οὐδενός.σπείρουσι δ’—ἢ τῷ ζῶσι;—Δήμητρος στάχυν;γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾷ.Βρομίου δὲ πῶμ’ ἔχουσιν, ἀμπέλου ῥοαῖς;ἥκιστα· τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα.φιλόξενοι δὲ χὥσιοι περὶ ξένους;γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν.τί φῄς; βορᾷ χαίρουσιν ἀνθρωποκτόνῳ;οὐδεὶς μολὼν δεῦρ’ ὅστις οὐ κατεσφάγη.αὐτὸς δὲ Κύκλωψ ποῦ ’στιν; ἦ δόμων ἔσω;φροῦδος πρὸς Αἴτνῃ θῆρας ἰχνεύων κυσίν.οἶσθ’ οὖν ὃ δρᾶσον, ὡς ἀπαίρωμεν χθονός;οὐκ οἶδ’, Ὀδυσσεῦ· πᾶν δέ σοι δρῴημεν ἄν.ὅδησον ἡμῖν σῖτον, οὗ σπανίζομεν.οὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας.ἀλλ’ ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον.καὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα.ἐκφέρετε· φῶς γὰρ ἐμπολήμασιν πρέπει.σὺ δ’ ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον;οὐ χρυσόν, ἀλλὰ πῶμα Διονύσου φέρω.ὦ φίλτατ’ εἰπών, οὗ σπανίζομεν πάλαι.καὶ μὴν Μάρων μοι πῶμ’ ἔδωκε, παῖς θεοῦ.ὃν ἐξέθρεψα ταῖσδ’ ἐγώ ποτ’ ἀγκάλαις;ὁ Βακχίου παῖς, ὡς σαφέστερον μάθῃς.ἐν σέλμασιν νεώς ἐστιν, ἢ φέρεις σύ νιν;ὅδ’ ἁσκὸς ὃς κεύθει νιν· ὡς ὁρᾷς, γέρον.οὗτος μὲν οὐδ’ ἂν τὴν γνάθον πλήσειέ μου.ναί·δὶς γὰρ τόσον πῶμ’ ὅσον ἂν ἐξ ἀσκοῦ ῥυῇ.καλήν γε κρήνην εἶπας ἡδεῖάν τ’ ἐμοί.βούλῃ σε γεύσω πρῶτον ἄκρατον μέθυ;δίκαιον· ἦ γὰρ γεῦμα τὴν ὠνὴν καλεῖ.καὶ μὴν ἐφέλκω καὶ ποτῆρ’ ἀσκοῦ μέτα.φέρ’ ἐκπάταξον, ὡς ἀναμνησθῶ πιών.ἰδού.παπαιάξ, ὡς καλὴν ὀσμὴν ἔχει.