Ὦ Βρόμιε, διὰ σὲ μυρίους ἔχω πόνουςνῦν χὥτ’ ἐν ἥβῃ τοὐμὸν εὐσθένει δέμας·πρῶτον μέν, ἡνίκ’ ἐμμανὴς Ἥρας ὕποΝύμφας ὀρείας ἐκλιπὼν ᾤχου τροφούς·ἔπειτά γ’ ἀμφὶ γηγενῆ μάχην δορὸςἐνδέξιος σῷ ποδὶ παρασπιστὴς γεγὼςἘγκέλαδον ἰτέαν εἰς μέσην θενὼν δορὶἔκτεινα—φέρ’ ἴδω, τοῦτ’ ἰδὼν ὄναρ λέγω;οὐ μὰ Δί’, ἐπεὶ καὶ σκῦλ’ ἔδειξα βακχίῳ.καὶ νῦν ἐκείνων μείζον’ ἐξαντλῶ πόνον.ἐπεὶ γὰρ Ἥρα σοι γένος Τυρσηνικὸνλῃστῶν ἐπῶρσεν, ὡς ὁδηθείης μακράν,ἐγὼ πυθόμενος σὺν τέκνοισι ναυστολῶσέθεν κατὰ ζήτησιν. ἐν πρύμνῃ δ’ ἄκρᾳαὐτὸς λαβὼν ηὔθυνον ἀμφῆρες δόρυ,παῖδες δ’ ἐρετμοῖς ἥμενοι γλαυκὴν ἅλαῥοθίοισι λευκαίνοντες ἐζήτουν σ’, ἄναξ.ἤδη δὲ Μαλέας πλησίον πεπλευκόταςἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶἐξέβαλεν ἡμᾶς τήνδ’ ἐς Αἰτναίαν πέτραν,ἵν’ οἱ μονῶπες ποντίου παῖδες θεοῦKύκλωπες οἰκοῦσ’ ἄντρ’ ἔρημ’ ἀνδροκτόνοι.τούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοιςδοῦλοι· καλοῦσι δ’ αὐτὸν ᾧ λατρεύομενΠολύφημον· ἀντὶ δ’ εὐίων βακχευμάτωνποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν.παῖδες μὲν οὖν μοι κλιτύων ἐν ἐσχάτοιςνέμουσι μῆλα νέα νέοι πεφυκότες,ἐγὼ δὲ πληροῦν πίστρα καὶ σαίρειν στέγαςμένων τέταγμαι τάσδε, τῷδε δυσσεβεῖΚύκλωπι δείπνων ἀνοσίων διάκονος.καὶ νῦν, τὰ προσταχθέντ’, ἀναγκαίως ἔχεισαίρειν σιδηρᾷ τῇδέ μ’ ἁρπάγῃ δόμους,ὡς τόν τ’ ἀπόντα δεσπότην Κύκλωπ’ ἐμὸνκαθαροῖσιν ἄντροις μῆλά τ’ ἐσδεχώμεθα.ἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶποίμνας. τί ταῦτα; μῶν κρότος σικινίδωνὁμοῖος ὑμῖν νῦν τε χὥτε βακχίῳκῶμοι συνασπίζοντες Ἀλθαίας δόμουςπροσῇτ’ ἀοιδαῖς βαρβίτων σαυλούμενοι;