τὸν Αἴτνας μηλονόμον.τόρνευ’, ἕλκε, μή σ’ ἐξοδυνηθεὶςδράσῃ τι μάταιον.ὤμοι, κατηνθρακώμεθ’ ὀφθαλμοῦ σέλας.καλός γ’ ὁ παιάν· μέλπε μοι τόνδ’, ὦ Κύκλωψ.ὤμοι μάλ’, ὡς ὑβρίσμεθ’, ὡς ὀλώλαμεν.ἀλλ’ οὔτι μὴ φύγητε τῆσδ’ ἔξω πέτραςχαίροντες, οὐδὲν ὄντες· ἐν πύλαισι γὰρσταθεὶς φάραγγος τάσδ’ ἐναρμόσω χέρας.τί χρῆμ’ ἀυτεῖς, ὦ Κύκλωψ;ἀπωλόμην.αἰσχρός γε φαίνῃ.κἀπὶ τοῖσδέ γ’ ἄθλιος.μεθύων κατέπεσες ἐς μέσους τοὺς ἄνθρακας;Οὖτίς μ’ ἀπώλεσ’.οὐκ ἄρ’ οὐδεὶς ἠδίκει.Οὖτίς με τυφλοῖ βλέφαρον.οὐκ ἄρ’ εἶ τυφλός.ὡς δὴ σύ—καὶ πῶς σ’ οὔτις ἂν θείη τυφλόν;σκώπτεις. ὁ δ’ Οὖτις ποῦ ’στιν;οὐδαμοῦ, Κύκλωψ.ὁ ξένος, ἵν’ ὀρθῶς ἐκμάθῃς, μ’ ἀπώλεσεν,ὁ μιαρός, ὅς μοι δοὺς τὸ πῶμα κατέκλυσεν.δεινὸς γὰρ οἷνος καὶ παλαίεσθαι βαρύς.πρὸς θεῶν, πεφεύγασ’ ἢ μένουσ’ ἔσω δόμων;οὗτοι σιωπῇ τὴν πέτραν ἐπήλυγαλαβόντες ἑστήκασι.ποτέρας τῆς χερός;ἐν δεξιᾷ σου.ποῦ;πρὸς αὐτῇ τῇ πέτρᾳ.ἔχεις;κακόν γε πρὸς κακῷ· τὸ κρανίονπαίσας κατέαγα.καί σε διαφεύγουσί γε.οὐ τῇδ’· ἐπεὶ τῇδ’ εἶπας;οὔ· ταύτῃ λέγω.πῇ γάρ;περιάγου, κεῖσε, πρὸς τἀριστερά.