οἴμοι γελῶμαι· κερτομεῖτέ μ’ ἐν κακοῖς.ἀλλ’ οὐκέτ’, ἀλλὰ πρόσθεν οὗτός ἐστί σου.ὦ παγκάκιστε, ποῦ ποτ’ εἶ;τηλοῦ σέθενφυλακαῖσι φρουρῶ σῶμ’ Ὀδυσσέως τόδε.πῶς εἶπας; ὄνομα μεταβαλὼν καινὸν λέγεις.ὅπερ γ’ ὁ φύσας ὠνόμαζ’ Ὀδυσσέα.δώσειν δ’ ἔμελλες ἀνοσίου δαιτὸς δίκας·κακῶς γὰρ ἂν Τροίαν γε διεπυρωσάμηνεἰ μή σ’ ἑταίρων φόνον ἐτιμωρησάμην.αἰαῖ· παλαιὸς χρησμὸς ἐκπεραίνεται.τυφλὴν γὰρ ὄψιν ἐκ σέθεν σχήσειν μ’ ἔφηΤροίας ἀφορμηθέντος. ἀλλὰ καὶ σέ τοιδίκας ὑφέξειν ἀντὶ τῶνδ’ ἐθέσπισεν,πολὺν θαλάσσῃ χρόνον ἐναιωρούμενον.κλαίειν σ’ ἄνωγα· καὶ δέδραχ’ ὅπερ λέγεις.ἐγὼ δ’ ἐπ’ ἀκτὰς εἶμι καὶ νεὼς σκάφοςἥσω ’πὶ πόντον Σικελὸν ἔς τ’ ἐμὴν πάτραν.οὐ δῆτ’, ἐπεί σε τῆσδ’ ἀπορρήξας πέτραςαὐτοῖσι συνναύταισι συντρίψω βαλών.ἄνω δ’ ἐπ’ ὄχθον εἶμι, καίπερ ὢν τυφλός,δι’ ἀμφιτρῆτος τῆσδε προσβαίνων ποδί.ἡμεῖς δὲ συνναῦταί γε τοῦδ’ Ὀδυσσέωςὄντες τὸ λοιπὸν Βακχίῳ δουλεύσομεν.