Κύκλω-πος λιπὼν ἐρημίαν·ἆρ’ ἐς τοσόνδ’ ἀφίξομαι;σιγᾶτε πρὸς θεῶν, θῆρες, ἡσυχάζετε,συνθέντες ἄρθρα στόματος· οὐδὲ πνεῖν ἐῶ,οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα,ὡς μὴ ’ξεγερθῇ τὸ κακόν, ἔστ’ ἂν ὄμματοςὄψις Κύκλωπος ἐξαμιλληθῇ πυρί.σιγῶμεν ἐγκάψαντες αἰθέρα γνάθοις.ἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖνἔσω μολόντες· διάπυρος δ’ ἐστὶν καλῶς.οὐκοῦν σὺ τάξεις οὕστινας πρώτους χρεὼνκαυτὸν μοχλὸν λαβόντας ἐκκάειν τὸ φῶςΚύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα;ἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶνἑστῶτες ὠθεῖν ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ.ἡμεῖς δὲ χωλοί γ’ ἀρτίως γεγενήμεθα.ταὐτὸν πεπόνθατ’ ἆρ’ ἐμοί· τοὺς γὰρ πόδαςἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ’ ἐξ ὅτου.ἑστῶτες ἐσπάσθητε;καὶ τά γ’ ὄμματαμέστ’ ἐστὶν ἡμῖν κόνεος ἢ τέφρας ποθέν.ἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι.ὁτιὴ τὸ νῶτον τὴν ῥάχιν τ’ οἰκτίρομενκαὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαιτυπτόμενος, αὕτη γίγνεται πονηρία;ἀλλ’ οἶδ’ ἐπῳδὴν Ὀρφέως ἀγαθὴν πάνυ,ὡς αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίονστείχονθ’ ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.πάλαι μὲν ᾔδη σ’ ὄντα τοιοῦτον φύσει,νῦν δ’ οἶδ’ ἄμεινον. τοῖσι δ’ οἰκείοις φίλοιςχρῆσθαί μ’ ἀνάγκη. χειρὶ δ’ εἰ μηδὲν σθένεις,ἀλλ’ οὖν ἐπεγκέλευέ γ’, ὡς εὐψυχίανφίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα.δράσω τάδ’. ἐν τῷ Καρὶ κινδυνεύσομεν.κελευσμάτων δ’ ἕκατι τυφέσθω Κύκλωψ.ἰὼ ἰώ· γενναιότατ’ ὠ-θεῖτε σπεύδετ’. ἐκκαίετε τὰν ὀφρὺνθηρὸς τοῦ ξενοδαίτατυφέτω, καιέτω