ἅλις Γανυμήδην τόνδ’ ἔχων ἀναπαύσομαι.κάλλιστα, νὴ τὰς Χάριτας. —ἥδομαι δέ πωςτοῖς παιδικοῖσι μᾶλλον ἢ τοῖς θήλεσιν.ἐγὼ γὰρ ὁ Διός εἰμι Γανυμήδης, Κύκλωψ;ναὶ μὰ Δί’, ὃν ἁρπάζω γ’ ἐγὼ ’κ τοῦ Δαρδάνου.ἀπόλωλα, παῖδες· σχέτλια πείσομαι κακά.μέμφῃ τὸν ἐραστὴν κἀντρυφᾷς πεπωκότι;οἴμοι· πικρότατον οἶνον ὄψομαι τάχα.ἄγε δή, Διονύσου παῖδες, εὐγενῆ τέκνα,ἔνδον μὲν ἁνήρ· τῷ δ’ ὕπνῳ παρειμένοςτάχ’ ἐξ ἀναιδοῦς φάρυγος ὠθήσει κρέα.δαλὸς δ’ ἔσωθεν αὐλίων ὠθεῖ καπνὸνπαρευτρέπισται· κοὐδὲν ἄλλο πλὴν πυροῦνΚύκλωπος ὄψιν· ἀλλ’ ὅπως ἀνὴρ ἔσῃ.πέτρας τὸ λῆμα κἀδάμαντος ἕξομεν.χώρει δ’ ἐς οἴκους, πρίν τι τὸν πατέρα παθεῖνἀπάλαμνον· ὥς σοι τἀνθάδ’ ἐστὶν εὐτρεπῆ.Ἥφαιστ’, ἄναξ Αἰτναῖε, γείτονος κακοῦλαμπρὸν πυρώσας ὄμμ’ ἀπαλλάχθηθ’ ἅπαξ,σύ τ’, ὦ μελαίνης Νυκτὸς ἐκπαίδευμ’, Ὕπνε,ἄκρατος ἐλθὲ θηρὶ τῷ θεοστυγεῖ,καὶ μὴ ’πὶ καλλίστοισι Τρωικοῖς πόνοιςαὐτόν τε ναύτας τ’ ἀπολέσητ’ Ὀδυσσέαὑπ’ ἀνδρός, ᾧ θεῶν οὐδὲν ἢ βροτῶν μέλει.ἢ τὴν τύχην μὲν δαίμον’ ἡγεῖσθαι χρεών,τὰ δαιμόνων δὲ τῆς τύχης ἐλάσσονα.λήψεται τὸν τράχηλονἐντόνως ὁ καρκίνοςτοῦ ξενοδαιτυμόνος· πυρὶ γὰρ τάχαφωσφόρους ὀλεῖ κόρας.ἤδηδαλὸς ἠνθρακωμένοςκρύπτεται ἐς σποδιάν, δρυὸς ἄσπετονἔρνος· ἀλλ’ ἴτω Μάρων·πρασσέτω·μαινομένου ’ξελέτω βλέφαρον Κύ-κλωπος, ὡς πίῃ κακῶς.κἀγὼτὸν φιλοκισσοφόρον Βρόμιον πο-θεινὸν εἰσιδεῖν θέλω,