πίνειν μὲν οὖνκλέπτων σὺ βούλῃ· κάτθες αὐτὸν ἐς μέσον.σὺ δ’, ὦ ξέν’, εἰπὲ τοὔνομ’ ὅ τι σε χρὴ καλεῖν.Οὖτιν· χάριν δὲ τίνα λαβών σ’ ἐπαινέσω;πάντων σ’ ἑταίρων ὕστερον θοινάσομαι.καλόν γε τὸ γέρας τῷ ξένῳ δίδως, Κύκλωψ.οὗτος, τί δρᾷς; τὸν οἶνον ἐκπίνεις λάθρᾳ;οὔκ, ἀλλ’ ἔμ’ οὗτος ἔκυσεν, ὅτι καλὸν βλέπω.κλαύσῃ, φιλῶν τὸν οἶνον οὐ φιλοῦντά σε.ναὶ μὰ Δί’, ἐπεί μού φησ’ ἐρᾶν ὄντος καλοῦ.ἔγχει, πλέων δὲ τὸν σκύφον. δίδου μόνον.πῶς οὖν κέκραται; φέρε διασκεψώμεθα.ἀπολεῖς· δὸς οὕτως.ναὶ μὰ Δί’ οὐ πρὶν ἄν γέ σεστέφανον ἴδω λαβόντα γεύσωμαί τ’ ἔτι . . .ὦ οἰνοχόος ἄδικος.οὐ μὰ Δί’, ἀλλ’ ὦ οἶνος γλυκύς.ἀπομυκτέον δέ σοί ἐστιν ὡς λήψῃ πιεῖν.ἰδού, καθαρὸν τὸ χεῖλος αἱ τρίχες τέ μου.θές νυν τὸν ἀγκῶν’ εὐρύθμως, κᾆτ’ ἔκπιε,ὥσπερ μ’ ὁρᾷς πίνοντα—χὥσπερ οὐκ ἐμέ.ἆ ἆ, τί δράσεις;ἡδέως ἠμύστισα.λάβ’, ὦ ξέν’, αὐτὸς οἰνοχόος τέ μοι γενοῦ.γιγνώσκεται γοῦν ἡ ἄμπελος τἠμῇ χερί.φέρ’ ἔγχεόν νυν.ἐγχέω, σίγα μόνον.χαλεπὸν τόδ’ εἶπας, ὅστις ἂν πίνῃ πολύν.ἰδοὺ λαβὼν ἔκπιθι καὶ μηδὲν λίπῃς.συνεκθανεῖν δὲ σπῶντα χρὴ τῷ πώματι.παπαῖ, σοφόν γε τὸ ξύλον τῆς ἀμπέλου.κἂν μὲν σπάσῃς γε δαιτὶ πρὸς πολλῇ πολύν,τέγξας ἄδιψον νηδύν, εἰς ὕπνον βαλεῖ,ἢν δ’ ἐλλίπῃς τι, ξηρανεῖ σ’ ὁ Βάκχιος.ἰοὺ ἰού,ὡς ἐξένευσα μόγις· ἄκρατος ἡ χάρις.ὁ δ’ οὐρανός μοι συμμεμιγμένος δοκεῖτῇ γῇ φέρεσθαι, τοῦ Διός τε τὸν θρόνονλεύσσω, τὸ πᾶν τε δαιμόνων ἁγνὸν σέβας.—οὐκ ἂν φιλήσαιμ’·—αἱ Χάριτες πειρῶσί με.—