ὑπάγει μ’ ὁ χόρτος εὔφρωνἐπὶ κῶμον ἦρος ὥραιςἐπὶ Κύκλωπας ἀδελφούς.φέρε μοι, ξεῖνε, φέρ’, ἀσκὸν ἔνδος μοι.καλὸν ὄμμασιν δεδορκὼςΚαλὸς ἐκπερᾷ μελάθρων.— παπαπᾶ· φιλεῖ τις ἡμᾶς.–-λύχνα δ’ ἀμμένον δαΐα σὸνχρόα χὡς τέρεινα νύμφαδροσερῶν ἔσωθεν ἄντρων.στεφάνων δ’ οὐ μία χροιὰπερὶ σὸν κρᾶτα τάχ’ ἐξομιλήσει.Κύκλωψ, ἄκουσον· ὡς ἐγὼ τοῦ Βακχίουτούτου τρίβων εἴμ’, ὃν πιεῖν ἔδωκά σοι.ὁ Βάκχιος δὲ τίς θεὸς νομίζεται;μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου.ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.τοιόσδ’ ὁ δαίμων· οὐδένα βλάπτει βροτῶν.θεὸς δ’ ἐν ἀσκῷ πῶς γέγηθ’ οἴκους ἔχων;ὅπου τιθῇ τις, ἐνθάδ’ ἐστὶν εὐπετής.οὐ τοὺς θεοὺς χρὴ σῶμ’ ἔχειν ἐν δέρμασιν.τί δ’, εἴ σε τέρπει γ’; ἢ τὸ δέρμα σοι πικρόν;μισῶ τὸν ἀσκόν· τὸ δὲ ποτὸν φιλῶ τόδε.μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ.οὐ χρή μ’ ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ;ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῇ.διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος.πυγμὰς ὁ κῶμος λοίδορόν τ’ ἔριν φιλεῖ.μεθύω μέν, ἔμπας δ’ οὔτις ἂν ψαύσειέ μου.ὦ τᾶν, πεπωκότ’ ἐν δόμοισι χρὴ μένειν.ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ.ὃς δ’ ἂν μεθυσθείς γ’ ἐν δόμοις μείνῃ, σοφός.τί δρῶμεν, ὦ Σιληνέ; σοὶ μένειν δοκεῖ;δοκεῖ. τί γὰρ δεῖ συμποτῶν ἄλλων, Κύκλωψ;καὶ μὴν λαχνῶδές τ’ οὖδας ἀνθηρᾶς χλόης . . . .καὶ πρός γε θάλπος ἡλίου πίνειν καλόν.κλίθητί νύν μοι πλευρὰ θεὶς ἐπὶ χθονός.ἰδού.τί δῆτα τὸν κρατῆρ’ ὄπισθέ μου τίθης;ὡς μὴ παριών τις καταβάλῃ.