κἄπειτα καὶ σὲ καὶ φίλους γέροντά τενεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφοςδιπλαῖσι κώπαις τῆσδ’ ἀποστελῶ χθονός.ἔστ’ οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦκἀγὼ λαβοίμην τοῦ τυφλοῦντος ὄμματαδαλοῦ; φόνου γὰρ τοῦδε κοινωνεῖν θέλω.δεῖ γοῦν· μέγας γὰρ δαλός· οὗ ξυλληπτέον.ὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος,εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένουὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν.σιγᾶτε νῦν· δόλον γὰρ ἐξεπίστασαι·χὥταν κελεύω, τοῖσιν ἀρχιτέκτοσιπείθεσθ’. ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλουςτοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι.καίτοι φύγοιμ’ ἄν, κἀκβέβηκ’ ἄντρου μυχῶν·ἀλλ’ οὐ δίκαιον ἀπολιπόντ’ ἐμοὺς φίλους,ξὺν οἷσπερ ἦλθον δεῦρο, σωθῆναι μόνον.ἄγε, τίς πρῶτος, τίς δ’ ἐπὶ πρώτῳταχθεὶς δαλοῦ κώπην ὀχμάσαςΚύκλωπος ἔσω βλεφάρων ὤσαςλαμπρὰν ὄψιν διακναίσει;σίγα σίγα. καὶ δὴ μεθύωνἄχαριν κέλαδον μουσιζόμενοςσκαιὸς ἀπῳδὸς καὶ κλαυσόμενοςχωρεῖ πετρίνων ἔξω μελάθρωνφέρε νιν κώμοις παιδεύσωμεντὸν ἀπαίδευτον·πάντως μέλλει τυφλὸς εἶναι.μάκαρ ὅστις εὐιάζειβοτρύων φίλαισι πηγαῖςἐπὶ κῶμον ἐκπετασθείς,φίλον ἄνδρ’ ὑπαγκαλίζωνἐπὶ δεμνίοις τε ξανθὸνχλιδανῆς ἔχων ἑταίραςμυρόχριστος λιπαρὸν βό-στρυχον, αὐδᾷ δέ· Θύραν τίς οἴξει μοι;παπαπᾶ· πλέως μὲν οἴνου,γάνυμαι δὲ δαιτὸς ἥβῃ,σκάφος ὁλκὰς ὣς γεμισθεὶςποτὶ σέλμα γαστρὸς ἄκρας.