ἄμουσ’, ἐπηχεῖ δ’ ἄντρον. ἐξελθὼν δ’ ἐγὼσιγῇ. σὲ σῶσαι κἄμ’, ἐὰν βούλῃ, θέλω.ἀλλ’ εἴπατ’ εἴτε χρῄζετ’ εἴτ’ οὐ χρῄζετεφεύγειν ἄμεικτον ἄνδρα καὶ τὰ Βακχίουναίειν μέλαθρα Δαναΐδων νυμφῶν μέτα.ὁ μὲν γὰρ ἔνδον σὸς πατὴρ τάδ’ ᾔνεσεν.ἀλλ’ ἀσθενὴς γὰρ κἀποκερδαίνων ποτοῦ,ὥσπερ πρὸς ἰξῷ τῇ κύλικι λελημμένοςπτέρυγας ἀλύει· σὺ δέ—νεανίας γὰρ εἶ—σώθητι μετ’ ἐμοῦ καὶ τὸν ἀρχαῖον φίλονΔιόνυσον ἀνάλαβ’, οὐ Κύκλωπι προσφερῆ.ὦ φίλτατ’, εἰ γὰρ τήνδ’ ἴδοιμεν ἡμέραν,Κύκλωπος ἐκφυγόντες ἀνόσιον κάρα.ὡς διὰ μακροῦ γε τὸν σίφωνα τὸν φίλονχηρεύομεν. —τὸν δ’ οὐκ ἔχομεν κατ’ αὗ φαγεῖν.ἄκουε δή νυν ἣν ἔχω τιμωρίανθηρὸς πανούργου σῆς τε δουλείας φυγήν.λέγ’, ὡς Ἀσιάδος οὐκ ἂν ἥδιον ψόφονκιθάρας κλύοιμεν ἢ Κύκλωπ’ ὀλωλότα.ἐπὶ κῶμον ἕρπειν πρὸς κασιγνήτους θέλειΚύκλωπας ἡσθεὶς τῷδε Βακχίου ποτῷ.ξυνῆκ’· ἔρημον ξυλλαβὼν δρυμοῖσί νινσφάξαι μενοινᾷς, ἢ πετρῶν ὦσαι κάτω.οὐδὲν τοιοῦτον· δόλιος ἡ ’πιθυμία.πῶς δαί; σοφόν τοί σ’ ὄντ’ ἀκούομεν πάλαι.κώμου μὲν αὐτὸν τοῦδ’ ἀπαλλάξαι, λέγωνὡς οὐ Κύκλωψι πῶμα χρὴ δοῦναι τόδε,μόνον δ’ ἔχοντα βίοτον ἡδέως ἄγειν.ὅταν δ’ ὑπνώσσῃ Βακχίου νικώμενοςἀκρεμὼν ἐλαίας ἔστιν ἐν δόμοισί τις,ὃν φασγάνῳ ’γὼ τῷδ’ ἀποξύνας ἄκρον,ἐς πῦρ καθήσω· κᾆθ’, ὅταν κεκαυμένονἴδω νιν, ἄρας θερμὸν ἐς μέσην βαλῶΚύκλωπος ὄψιν, ὄμμα τ’ ἐκτήξω πυρί.ναυπηγίαν δ’ ὡσεί τις ἁρμόζων ἀνὴρδιπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ,οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρῳΚύκλωπος ὄψει καὶ συναυανῶ κόρας.ἰοὺ ἰού,γέγηθα, μαινόμεσθα τοῖς εὑρήμασιν.