ἔπειτα φύλλων ἐλατίνων χαμαιπετῆἔστρωσεν εὐνὴν πλησίον πυρὸς φλογί.κρατῆρα δ’ ἐξέπλησεν ὡς δεκάμφορον,μόσχους ἀμέλξας, λευκὸν ἐσχέας γάλα.σκύφος τε κισσοῦ παρέθετ’ εἰς εὖρος τριῶνπήχεων, βάθος δὲ τεσσάρων ἐφαίνετο.καὶ χάλκεον λέβητ’ ἐπέζεσεν πυρί,ὀβελούς τ’, ἄκρους μὲν ἐγκεκαυμένους πυρί,ξεστοὺς δὲ δρεπάνῳ τἄλλα, παλιούρου κλάδων,Αἰτναῖά τε σφαγεῖα πελέκεων γνάθοις.ὡς δ’ ἦν ἕτοιμα πάντα τῷ θεοστυγεῖἍιδου μαγείρῳ, φῶτε συμμάρψας δύοἔσφαζ’ ἑταίρων τῶν ἐμῶν, ῥυθμῷ θ’ ἐνὶτὸν μὲν λέβητος ἐς κύτος χαλκήλατον,τὸν δ’ αὖ, τένοντος ἁρπάσας ἄκρου ποδός,παίων πρὸς ὀξὺν στόνυχα πετραίου λίθου,ἐγκέφαλον ἐξέρρανε, καὶ καθαρπάσαςλάβρῳ μαχαίρᾳ σάρκας ἐξώπτα πυρίτὰ δ’ ἐς λέβητ’ ἐφῆκεν ἕψεσθαι μέληἐγὼ δ’ ὁ τλήμων δάκρυ’ ἀπ’ ὀφθαλμῶν χέωνἐχριμπτόμην Κύκλωπι κἀδιακόνουν·ἅλλοι δ’ ὅπως ὄρνιθες ἐν μυχοῖς πέτραςπτήξαντες εἶχον, αἷμα δ’ οὐκ ἐνῆν χροΐ.ἐπεὶ δ’ ἑταίρων τῶν ἐμῶν πλησθεὶς βορᾶςἀνέπεσε, φάρυγος αἰθέρ’ ἐξιεὶς βαρύν,ἐσῆλθέ μοί τι θεῖον· ἐμπλήσας σκύφοςΜάρωνος αὐτῷ τοῦδε προσφέρω πιεῖν,λέγων τάδ’· Ὦ τοῦ ποντίου θεοῦ Κύκλωψ,σκέψαι τόδ’ οἷον Ἑλλὰς ἀμπέλων ἄποθεῖον κομίζει πῶμα, Διονύσου γάνος.ὃ δ’ ἔκπλεως ὢν τῆς ἀναισχύντου βορᾶςἐδέξατ’ ἔσπασέν τ’ ἄμυστιν ἑλκύσαςκἀπῄνεσ’ ἄρας χεῖρα· Φίλτατε ξένων,καλὸν τὸ πῶμα δαιτὶ πρὸς καλῇ δίδως.ἡσθέντα δ’ αὐτὸν ὡς ἐπῃσθόμην ἐγώ,ἄλλην ἔδωκα κύλικα, γιγνώσκων ὅτιτρώσει νιν οἷνος καὶ δίκην δώσει τάχα.καὶ δὴ πρὸς ᾠδὰς εἷρπ’. ἐγὼ δ’ ἐπεγχέωνἄλλην ἐπ’ ἄλλῃ σπλάγχν’ ἐθέρμαινον ποτῷ.ᾄδεῖ δὲ παρὰ κλαίουσι συνναύταις ἐμοῖς