πόνους ἀφῖγμαι κἀπὶ κινδύνου βάθρα.σύ τ’, ὦ φαεννῶν ἀστέρων οἰκῶν ἕδραςΖεῦ ξένι’, ὅρα τάδ’· εἰ γὰρ αὐτὰ μὴ βλέπεις,ἄλλως νομίζῃ Ζεὺς τὸ μηδὲν ὢν θεός.Εὐρείας φάρυγγος, ὦ Κύκλωψ,ἀναστόμου τὸ χεῖλος· ὡς ἕτοιμά σοιἑφθὰ καὶ ὀπτὰ καὶ ἀνθρακιᾶς ἄποχναύειν, βρύκειν,κρεοκοπεῖν μέλη ξένων,δασυμάλλῳ ἐν αἰγίδι κλινομένῳ.Μή μοι μὴ προσδίδου·μόνος μόνῳ γέμιζε πορθμίδος σκάφος.χαιρέτω μὲν αὖλις ἅδε,χαιρέτω δὲ θυμάτωνἀποβώμιος ἃν ἔχει θυσίανΚύκλωψ Αἰτναῖος ξενικῶνκρεῶν κεχαρμένος βορᾷ.Νηλής, ὦ τλᾶμον, ὅστις δωμάτωνἐφεστίους ξενικοὺς ἱκτῆρας ἐκθύει δόμων,ἑφθά τε δαινύμενος, μυσαροῖσί τ’ ὀδοῦσινκόπτων βρύκωνἀνθρώπων θέρμ’ ἀπ’ ἀνθράκων κρέα,Μή μοι μὴ προσδίδου·μόνος μόνῳ γέμιζε πορθμίδος σκάφος.χαιρέτω μὲν αὖλις ἅδε,χαιρέτω δὲ θυμάτωνἀποβώμιος ἃν ἔχει θυσίανΚύκλωψ Αἰτναῖος ξενικῶνκρεῶν κεχαρμένος βορᾷ.ὦ Ζεῦ, τί λέξω, δείν’ ἰδὼν ἄντρων ἔσωκοὐ πιστά, μύθοις εἰκότ’, οὐδ’ ἔργοις βροτῶν;τί δ’ ἔστ’, Ὀδυσσεῦ; μῶν τεθοίναται σέθενφίλους ἑταίρους ἀνοσιώτατος Κύκλωψ;δισσούς γ’ ἀθρήσας κἀπιβαστάσας χεροῖν,οἳ σαρκὸς εἶχον εὐτραφέστατον πάχος.πῶς, ὦ ταλαίπωρ’, ἦτε πάσχοντες τάδε;ἐπεὶ πετραίαν τήνδ’ ἐσήλθομεν χθόνα,ἀνέκαυσε μὲν πῦρ πρῶτον, ὑψηλῆς δρυὸςκορμοὺς πλατείας ἐσχάρας βαλὼν ἔπι,τρισσῶν ἁμαξῶν ὡς ἀγώγιμον βάρος.