κέρδη πονηρὰ ζημίαν ἠμείψατο.παραινέσαι σοι βούλομαι· τῶν γὰρ κρεῶνμηδὲν λίπῃς τοῦδ’, ἤν τε τὴν γλῶσσαν δάκῃς,κομψὸς γενήσῃ καὶ λαλίστατος, Κύκλωψ.ὁ πλοῦτος, ἀνθρωπίσκε, τοῖς σοφοῖς θεός,τὰ δ’ ἄλλα κόμποι καὶ λόγων εὐμορφίαι.ἄκρας δ’ ἐναλίας ἃς καθίδρυται πατὴρχαίρειν κελεύω· τί τάδε προυστήσω λόγῳ;Ζηνὸς δ’ ἐγὼ κεραυνὸν οὐ φρίσσω, ξένε,οὐδ’ οἶδ’ ὅ τι Ζεύς ἐστ’ ἐμοῦ κρείσσων θεός.οὔ μοι μέλει τὸ λοιπόν· ὡς δ’ οὔ μοι μέλει,ἄκουσον. ὅταν ἄνωθεν ὄμβρον ἐκχέῃ,ἐν τῇδε πέτρᾳ στέγν’ ἔχων σκηνώματα,ἢ μόσχον ὀπτὸν ἤ τι θήρειον δάκοςδαινύμενος, εὖ τέγγων τε γαστέρ’ ὑπτίαν,ἐπεκπιὼν γάλακτος ἀμφορέα, πέπλονκρούω, Διὸς βρονταῖσιν εἰς ἔριν κτυπῶν.ὅταν δὲ βορέας χιόνα Θρῄκιος χέῃ,δοραῖσι θηρῶν σῶμα περιβαλὼν ἐμὸνκαὶ πῦρ ἀναίθων—χιόνος οὐδέν μοι μέλει.ἡ γῆ δ’ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ,τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά.ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ’ οὔ,καὶ τῇ μεγίστῃ, γαστρὶ τῇδε, δαιμόνων.ὡς τοὐμπιεῖν γε κὰμφαγεῖν τοὐφ’ ἡμέρανΖεὺς οὗτος ἀνθρώποισι τοῖσι σώφροσιν,λυπεῖν δὲ μηδὲν αὑτόν. οἳ δὲ τοὺς νόμουςἔθεντο ποικίλλοντες ἀνθρώπων βίον,κλαίειν ἄνωγα· τὴν δ’ ἐμὴν ψυχὴν ἐγὼοὐ παύσομαι δρῶν εὖ—κατεσθίων τε σέ.ξένιά τε λήψῃ τοιάδ’, ὡς ἄμεμπτος ὦ,πῦρ καὶ πατρῷον τόνδε λέβητά γ’, ὃς ζέσαςσὴν σάρκα διαφόρητον ἀμφέξει καλῶς.ἀλλ’ ἕρπετ’ εἴσω, τῷ κατ’ αὔλιον θεῷἵν’ ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με.αἰαῖ, πόνους μὲν Τρωικοὺς ὑπεξέδυνθαλασσίους τε, νῦν δ’ ἐς ἀνδρὸς ἀνοσίουγνώμην κατέσχον ἀλίμενόν τε καρδίαν.ὦ Παλλάς, ὦ δέσποινα Διογενὲς θεά,νῦν νῦν ἄρηξον· κρείσσονας γὰρ Ἰλίου