ἀπόλοιθ’ ὁ πατήρ μου· τοὺς ξένους δὲ μὴ ἀδίκει.ψεύδεσθ’· ἔγωγε τῷδε τοῦ Ῥαδαμάνθυοςμᾶλλον πέποιθα καὶ δικαιότερον λέγω.θέλω δ’ ἐρέσθαι· πόθεν ἐπλεύσατ’, ὦ ξένοι;ποδαποί; τίς ὑμᾶς ἐξεπαίδευσεν πόλις;Ἰθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ’ ἄπο,πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοιςσὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ.ἦ τῆς κακίστης οἳ μετήλθεθ’ ἁρπαγὰςἙλένης Σκαμάνδρου γείτον’ Ἰλίου πόλιν;οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες.αἰσχρὸν στράτευμά γ’, οἵτινες μιᾶς χάρινγυναικὸς ἐξεπλεύσατ’ ἐς γαῖαν Φρυγῶν.θεοῦ τὸ πρᾶγμα· μηδέν’ αἰτιῶ βροτῶν.ἡμεῖς δέ σ’, ὦ θεοῦ ποντίου γενναῖε παῖ,ἱκετεύομέν τε καὶ λέγομεν ἐλευθέρως·μὴ τλῇς πρὸς ἄντρα σοι ἐσαφιγμένους φίλουςκτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις·οἳ τὸν σόν, ὦναξ, πατέρ’ ἔχειν νεῶν ἕδραςἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς.ἱερεύς τ’ ἄθραυστος Ταινάρου μένει λιμὴνΜαλέας τ’ ἄκροι κευθμῶνες ἥ τε Σουνίουδίας Ἀθάνας σῶς ὑπάργυρος πέτραΓεραίστιοί τε καταφυγαί· τὰ θ’ Ἑλλάδοςδύσφρον’ ὀνείδη Φρυξὶν οὐκ ἐδώκαμεν·ὧν καὶ σὺ κοινοῖ· γῆς γὰρ Ἑλλάδος μυχοὺςοἰκεῖς ὑπ’ Αἴτνῃ, τῇ πυριστάκτῳ πέτρᾳ.νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφῃ,ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένουςξένιά τε δοῦναι καὶ πέπλοις ἐπαρκέσαι,οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέληὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν.ἅλις δὲ Πριάμου γαῖ’ ἐχήρωσ’ Ἑλλάδα,πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνον,ἀλόχους τ’ ἀνάνδρους γραῦς τ’ ἄπαιδας ὤλεσενπολιούς τε πατέρας. εἰ δὲ τοὺς λελειμμένουςσὺ συμπυρώσας δαῖτ’ ἀναλώσεις πικράν,ποῖ τρέψεταί τις; ἀλλ’ ἐμοὶ πιθοῦ, Κύκλωψ·πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ’ εὐσεβὲςτῆς δυσσεβείας ἀνθελοῦ· πολλοῖσι γὰρ