καὶ τόν γε τυρὸν οὐκ ἐῶντος ἤσθιοντούς τ’ ἄρνας ἐξεφοροῦντο· δήσαντες δὲ σὲκλῳῷ τριπήχει, κᾆτα τὸν ὀφθαλμὸν μέσοντὰ σπλάγχν’ ἔφασκον ἐξαμήσεσθαι βίᾳ,μάστιγί τ’ εὖ τὸ νῶτον ἀποθλίψειν σέθεν,κἄπειτα συνδήσαντες ἐς θἁδώλιατῆς νηὸς ἐμβαλόντες ἀποδώσειν τινὶπέτρους μοχλεύειν, ἢ ’ς μυλῶνα καταβαλεῖν.ἄληθες; οὔκουν κοπίδας ὡς τάχιστ’ ἰὼνθήξεις μαχαίρας καὶ μέγαν φάκελον ξύλωνἐπιθεὶς ἀνάψεις; ὡς σφαγέντες αὐτίκαπλήσουσι νηδὺν τὴν ἐμὴν ἀπ’ ἄνθρακοςθερμὴν ἔδοντος δαῖτα τῷ κρεανόμῳ,τὰ δ’ ἐκ λέβητος ἑφθὰ καὶ τετηκότα.ὡς ἔκπλεώς γε δαιτός εἰμ’ ὀρεσκόου·ἅλις λεόντων ἐστί μοι θοινωμένῳἐλάφων τε, χρόνιος δ’ εἴμ’ ἀπ’ ἀνθρώπων βορᾶς.τὰ καινά γ’ ἐκ τῶν ἠθάδων, ὦ δέσποτα,ἡδίον’ ἐστίν. οὐ γὰρ αὖ νεωστί γεἄλλοι πρὸς ἄντρα σοι ἐσαφίκοντο ξένοι.Κύκλωψ, ἄκουσον ἐν μέρει καὶ τῶν ξένων.ἡμεῖς βορᾶς χρῄζοντες ἐμπολὴν λαβεῖνσῶν ἆσσον ἄντρων ἤλθομεν νεὼς ἄπο.τοὺς δ’ ἄρνας ἡμῖν οὗτος ἀντ’ οἴνου σκύφουἀπημπόλα τε κἀδίδου πιεῖν λαβὼνἑκὼν ἑκοῦσι, κοὐδὲν ἦν τούτων βίᾳ.ἀλλ’ οὗτος ὑγιὲς οὐδὲν ὧν φησιν λέγει,ἐπεὶ κατελήφθη σοῦ λάθρᾳ πωλῶν τὰ σά.ἐγώ; κακῶς γὰρ ἐξόλοι’.εἰ ψεύδομαι.μὰ τὸν Ποσειδῶ τὸν τεκόντα σ’, ὦ Κύκλωψ,μὰ τὸν μέγαν Τρίτωνα καὶ τὸν Νηρέα,μὰ τὴν Καλυψὼ τάς τε Νηρέως κόρας,τά θ’ ἱερὰ κύματ’ ἰχθύων τε πᾶν γένος,ἀπώμοσ’, ὦ κάλλιστον ὦ Κυκλώπιον,ὦ δεσποτίσκε, μὴ τὰ σ’ ἐξοδᾶν ἐγὼξένοισι χρήματ’. ἢ κακῶς οὗτοι κακοὶοἱ παῖδες ἀπόλοινθ’, οὓς μάλιστ’ ἐγὼ φιλῶ.αὐτὸς ἔχ’. ἔγωγε τοῖς ξένοις τὰ χρήματαπερνάντα σ’ εἶδον· εἰ δ’ ἐγὼ ψευδῆ λέγω,