—οἴμοι· Κύκλωψ ὅδ’ ἔρχεται· τί δράσομεν;ἀπολώλαμεν γάρ, ὦ γέρον· ποῖ χρὴ φυγεῖν;ἔσω πέτρας τῆσδ’, οὗπερ ἂν λάθοιτέ γε.δεινὸν τόδ’ εἶπας, ἀρκύων μολεῖν ἔσω.οὐ δεινόν· εἰσὶ καταφυγαὶ πολλαὶ πέτρας.οὐ δῆτ’· ἐπεί τἂν μεγάλα γ’ ἡ Τροία στένοι,εἰ φευξόμεσθ’ ἕν’ ἄνδρα, μυρίον δ’ ὄχλονΦρυγῶν ὑπέστην πολλάκις σὺν ἀσπίδι.ἀλλ’, εἰ θανεῖν δεῖ, κατθανούμεθ’ εὐγενῶς,ἢ ζῶντες αἶνον τὸν πάρος συσσώσομεν.ἄνεχε· πάρεχε· τί τάδε· τίς ἡ ῥᾳθυμία;τί βακχιάζετ’; οὐχὶ Διόνυσος τάδε,οὐ κρόταλα χαλκοῦ τυμπάνων τ’ ἀράγματα.πῶς μοι κατ’ ἄντρα νεόγονα βλαστήματα;ἦ πρός γε μαστοῖς εἰσι χὑπὸ μητέρωνπλευρὰς τρέχουσι, σχοινίνοις τ’ ἐν τεύχεσινπλήρωμα τυρῶν ἐστιν ἐξημελγμένον;τί φατε; τί λέγετε; τάχα τις ὑμῶν τῷ ξύλῳδάκρυα μεθήσει· βλέπετ’ ἄνω καὶ μὴ κάτω.ἰδού, πρὸς αὐτὸν τὸν Δί’ ἀνακεκύφαμεν,καὶ τἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι.ἄριστόν ἐστιν εὖ παρεσκευασμένον;πάρεστιν. ὁ φάρυγξ εὐτρεπὴς ἔστω μόνον.ἦ καὶ γάλακτός εἰσι κρατῆρες πλέῳ;ὥστ’ ἐκπιεῖν γέ σ’, ἢν θέλῃς, ὅλον πίθον.μήλειον ἢ βόειον ἢ μεμιγμένον;ὧν ἂν θέλῃς σύ, μὴ ’μὲ καταπίῃς μόνον.ἥκιστ’· ἐπεί μ’ ἂν ἐν μέσῃ τῇ γαστέριπηδῶντες ἀπολέσαιτ’ ἂν ὑπὸ τῶν σχημάτων.ἔα· τίν’ ὄχλον τόνδ’ ὁρῶ πρὸς αὐλίοις;λῃσταί τινες κατέσχον ἢ κλῶπες χθόνα;ὁρῶ γέ τοι τούσδ’ ἄρνας ἐξ ἄντρων ἐμῶνστρεπταῖς λύγοισι σῶμα συμπεπλεγμένους,τεύχη τε τυρῶν συμμιγῆ, γέροντά τεπληγαῖς πρόσωπον φαλακρὸν ἐξῳδηκότα.ὤμοι, πυρέσσω συγκεκομμένος τάλας.ὑπὸ τοῦ; τίς ἐς σὸν κρᾶτ’ ἐπύκτευσεν, γέρον;ὑπὸ τῶνδε, Κύκλωψ, ὅτι τὰ σ’ οὐκ εἴων φέρειν.οὐκ ᾖσαν ὄντα θεόν με καὶ θεῶν ἄπο;ἔλεγον ἐγὼ τάδ’· οἳ δ’ ἐφόρουν τὰ χρήματα·