εἶδες γὰρ αὐτήν;οὐ μὰ Δί’, ἀλλ’ ὀσφραίνομαι.γεῦσαί νυν, ὡς ἂν μὴ λόγῳ ’’παινῇς μόνον.βαβαί· χορεῦσαι παρακαλεῖ μ’ ὁ Βάκχιος.ἆ ἆ ἆ.μῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς;ὥστ’ εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο.πρὸς τῷδε μέντοι καὶ νόμισμα δώσομεν.χάλα τὸν ἀσκὸν μόνον· ἔα τὸ χρυσίον.ἐκφέρετέ νυν τυρεύματ’ ἢ μήλων τόκον.δράσω τάδ’, ὀλίγον φροντίσας γε δεσποτῶν.ὡς ἐκπιεῖν γ’ ἂν κύλικα μαινοίμην μίαν,πάντων Κυκλώπων ἀντιδοὺς βοσκήματα,ῥῖψαι τ’ ἐς ἅλμην Λευκάδος πέτρας ἄπο,ἅπαξ μεθυσθεὶς καταβαλών τε τὰς ὀφρῦς.ὡς ὅς γε πίνων μὴ γέγηθε μαίνεται·ἵν’ ἔστι τουτί τ’ ὀρθὸν ἐξανιστάναιμαστοῦ τε δραγμὸς καὶ παρεσκευασμένουψαῦσαι χεροῖν λειμῶνος, ὀρχηστύς θ’ ἅμακακῶν τε λῆστις. εἶτ’ ἐγὼ οὐ κυνήσομαιτοιόνδε πῶμα, τὴν Κύκλωπος ἀμαθίανκλαίειν κελεύων καὶ τὸν ὀφθαλμὸν μέσον;ἄκου’, Ὀδυσσεῦ· διαλαλήσωμέν τί σοι.καὶ μὴν φίλοι γε προσφέρεσθε πρὸς φίλον.ἐλάβετε Τροίαν τὴν Ἑλένην τε χειρίαν;καὶ πάντα γ’ οἶκον Πριαμιδῶν ἐπέρσαμεν.οὔκουν, ἐπειδὴ τὴν νεᾶνιν εἵλετε,ἅπαντες αὐτὴν διεκροτήσατ’ ἐν μέρει,ἐπεί γε πολλοῖς ἥδεται γαμουμένη;τὴν προδότιν, ἣ τοὺς θυλάκους τοὺς ποικίλουςπερὶ τοῖν σκελοῖν ἰδοῦσα καὶ τὸν χρύσεονκλῳὸν φοροῦντα περὶ μέσον τὸν αὐχέναἐξεπτοήθη, Μενέλεων, ἀνθρώπιονλῷστον, λιποῦσα. μηδαμοῦ γένος ποτὲφῦναι γυναικῶν ὤφελ’ — εἰ μὴ ’μοὶ μόνῳ.ἰδοὺ τάδ’ ὑμῖν ποιμένων βοσκήματα,ἄναξ Ὀδυσσεῦ, μηκάδων ἀρνῶν τροφαί,πηκτοῦ γάλακτός τ’ οὐ σπάνια τυρεύματα.φέρεσθε· χωρεῖθ’ ὡς τάχιστ’ ἄντρων ἄπο,βότρυος ἐμοὶ πῶμ’ ἀντιδόντες εὐίου.