οὐ μέντοι ἔχομεν κανόνα, τῷ τῆς μοιχείας αὐτὸν ὑπαγαγεῖν ἐγκλήματι, ἐὰν εἰς ἐλευθέραν γάμου ἡ ἁμαρτία γένηται· διότι ἡ μοιχαλὶς μέν, Μιαινομένη, φησί, μιανθήσεται, καὶ οὐκ ἀναστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς· καὶ Ὁ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής. ὁ μέντοι πορνεύσας οὐκ ἀποκλεισθήσεται τῆς πρὸς γυναῖκα ἑαυτοῦ συνοικήσεως. ὥστε ἡ μὲν γυνὴ ἀπὸ πορνείας ἐπανιόντα τὸν ἄνδρα αὐτῆς παραδέξεται, ὁ δὲ ἀνὴρ τὴν μιανθεῖσαν τῶν οἴκων ἑαυτοῦ ἀποπέμψει. καὶ τούτων δὲ ὁ λόγος οὐ ῥᾴδιος· ἡ δὲ συνήθεια οὕτω κεκράτηκε. Τοὺς ἐξ ἁρπαγῆς ἔχοντας γυναῖκας, εἰ μὲν ἄλλοις προμεμνηστευμένας εἶεν ἀφῃρημένοι, οὐ πρότερον χρὴ παραδέχεσθαι, πρὶν ἢ ἀφελέσθαι αὐτῶν, καὶ ἐπʼ ἐξουσίᾳ τῶν ἐξ ἀρχῆς μνηστευσαμένων ποιῆσαι, εἴτε βούλοιντο λαβεῖν αὐτάς, εἴτε ἀποστῆναι· εἰ δὲ σχολάζουσάν τις λάβοι, ἀφαιρεῖσθαι μὲν δεῖ, καὶ τοῖς οἰκείοις ἀποκαθιστᾷν, ἐπιτρέπειν δὲ τῇ γνώμῃ τῶν οἰκείων, εἴτε γονεῖς εἶεν, εἴτε ἀδελφοί, εἴτε οἱτινεσοῦν προεστῶτες τῆς κόρης· κἂν μὲν ἕλωνται αὐτῷ παραδοῦναι, ἵστασθαι τὸ συνοικέσιον· ἐὰν δὲ ἀνανεύσωσι, μὴ βιάζεσθαι. τὸν μέντοι ἐκ διαφθορᾶς εἴτε λαθραίας εἴτε βιαιοτέρας γυναῖκα ἔχοντα ἀνάγκη τὸ τῆς πορνείας ἐπιγνῶναι ἐπιτίμιον. ἔστι δὲ ἐν τέσσαρσιν ἔτεσιν ὡρισμένη τοῖς πορνεύουσιν ἡ ἐπιτίμησις. χρὴ τῷ πρώτῳ ἐκβάλλεσθαι τῶν προσευχῶν, καὶ προσκλαίειν αὐτοὺς τῇ θύρᾳ τῆς ἐκκλησίας· τῷ δευτέρῳ δεχθῆναι εἰς ἀκρόασιν· τῷ τρίτῳ εἰς μετάνοιαν· τῷ τετάρτῳ εἰς σύστασιν μετὰ τοῦ λαοῦ, ἀπεχομένους τῆς προσφορᾶς· εἶτα αὐτοὺς ἐπιτρέπεσθαι τὴν κοινωνίαν τοῦ ἀγαθοῦ. Περὶ δὲ τῶν δύο ἀδελφὰς γαμούντων, ἢ ἀδελφοῖς δυσὶ γαμουμένων, ἐπιστολίδιον ἡμῖν ἐκπεφώνηται, οὗ τὸ ἀντίγραφον ἀπεστείλαμέν σου τῇ εὐλαβείᾳ. ὁ δὲ ἀδελφοῦ ἰδίου γυναῖκα λαβὼν οὐ πρότερον δεχθήσεται πρὶν ἀποστῆναι αὐτῆς.Χήραν, τὴν καταλεγεῖσαν εἰς τὸν ἀριθμὸν τῶν χηρῶν, τουτέστι, τὴν διακονουμένην ὑπὸ τῆς Ἐκκλησίας, ἔκρινεν ὁ ἀπόστολος γαμούμένην παρορᾶσθαι. ἀνδρὶ δὲ χηρεύσαντι οὐδεὶς ἐπίκειται νόμος, ἀλλʼ ἱκανὸν τῷ τοιούτῳ τὸ τῶν διγάμων ἐπιτίμιον. ἡ μέντοι χήρα ἑξηκονταετὴς γεγονυῖα, ἐὰν ἕληται πάλιν ἀνδρὶ συνοικεῖν, οὐ καταξιωθήσεται τῆς τοῦ ἀγαθοῦ κοινωνίας, ἕως ἂν τοῦ πάθους τῆς ἀκαθαρσίας παύσηται. ἐὰν μέντοι πρὸ ἑξήκοντα ἐτῶν ἀριθμήσωμεν αὐτήν, ἡμέτερον τὸ ἔγκλημα, οὐ τοῦ γυναίου. Ὁ τὴν διεφθαρμένην ὑφʼ ἑαυτοῦ εἰς γυναῖκα κατέχων τὸ μὲν ἐπὶ τῇ φθορᾷ ἐπιτίμιον ὑποστήσεται, τὴν δὲ γυναῖκα ἔχειν συγχωρηθήσεται. Ἡ πορνεία γάμος οὐκ ἔστιν· ἀλλʼ οὐδὲ γάμου ἀρχή. ὥστε, ἐὰν ᾖ δυνατὸν τοὺς κατὰ πορνείαν συναπτομένους χωρίζεσθαι, τοῦτο κράτιστον. ἐὰν δὲ στέργωσιν ἐκ παντὸς τρόπου τὸ συνοικέσιον, τὸ μὲν τῆς πορνείας ἐπιτίμιον γνωριζέτωσαν· ἀφιέσθωσαν δέ, ἵνα μὴ χεῖρόν τι γένηται. Περὶ τοῦ πρεσβυτέρου, τοῦ κατʼ ἄγνοιαν ἀθέσμῳ γάμῳ περιπαρέντος, ὥρισα ἃ ἐχρῆν· καθέδρας μὲν μετέχειν, τῶν δὲ λοιπῶν ἐνεργειῶν ἀπέχεσθαι. ἀρκετὸν γὰρ τῷ τοιούτῳ ἡ συγγνώμη. εὐλογεῖν δὲ ἕτερον, τὸν τὰ οἰκεῖα τημελεῖν ὀφείλοντα τραύματα, ἀνακόλουθον. εὐλογία γὰρ ἁγιασμοῦ μετάδοσίς ἐστιν. ὁ δὲ τοῦτο μὴ ἔχων, διὰ τὸ ἐκ τῆς ἀγνοίας παράπτωμα πῶς ἑτέρῳ μεταδώσει; μήτε τοίνυν δημοσίᾳ μήτε ἰδίᾳ εὐλογείτω, μήτε τὸ σῶμα τοῦ Χριστοῦ κατανεμέτω ἑτέροις, μήτε τι ἄλλο λειτουργείτω, ἀλλὰ ἀρκούμενος τῇ προεδρίᾳ προσκλαιέτω τῷ Κυρίῳ, συγχωρηθῆναι αὐτῷ τὸ ἐκ τῆς ἀγνοίας ἀνόμημα. Ἐκεῖνό γε μὴν γελοῖόν μοι κατεφάνη, τὸ εὔξασθαί τινα ὑείων ἀπέχεσθαι κρεῶν. ὥστε καταξίωσον διδάσκειν αὐτοὺς τῶν ἀπαιδεύτων προσευχῶν καὶ ἐπαγγελιῶν ἀπέχεσθαι· τὴν μέντοι χρῆσιν ἀδιάφορον εἶναι συγχώρησον. οὐδὲν γὰρ κτίσμα Θεοῦ ἀπόβλητον μετʼ εὐχαριστίας λαμβανόμενον. ὥστε ἡ εὐχὴ καταγέλαστος, οὐχ ἡ ἀποχὴ ἀναγκαία.Ἄρχοντας μέντοι ὀμνύειν, ἐπὶ τὸ κακοποιεῖν τοὺς ἀρχομένους, καὶ πάνυ θεραπεύεσθαι προσῆκε. θεραπεία δὲ τούτων διττή· μία μέν, μὴ ὀμνύειν αὐτοὺς διδάσκεσθαι προχείρως· ἑτέρα δέ, μὴ ἐπιμένειν ἐν ταῖς πονηραῖς κρίσεσιν. ὥστε ὅρκῳ προληφθείς τις εἰς κακοποιίαν ἑτέρου, τὴν μὲν ἐπὶ τῇ προπετείᾳ τοῦ ὅρκου μετάνοιαν ἐπιδεικνύσθω, μὴ μέντοι προσχήματι εὐλαβείας τὴν πονηρίαν ἑαυτοῦ βεβαιούτω. οὐδὲ γὰρ Ἡρώδῃ συνήνεγκεν εὐορκήσαντι, ὃς ἵνα μὴ ἐπιορκήσῃ δῆθεν, φονεὺς ἐγένετο τοῦ προφήτου. ἅπαξ δὲ ὁ ὅρκος ἀπηγόρευται· πολλῷ δὲ δήπου εἰκὸς τὸν ἐπὶ κακῷ γινόμενον κατακεκρίσθαι. ὥστε μεταφρονεῖν τὸν ὀμνύοντα χρή, οὐχὶ σπουδάζειν βεβαιοῦν ἑαυτοῦ τὸ ἀνόσιον. ἐξέτασον γὰρ πλατύτερον τὴν ἀτοπίαν. εἴ τις ὀμόσειεν ἐνεξορύξειν τοὺς ὀφθαλμοὺς τοῦ ἀδελφοῦ, εἰ καλὸν τὸ τοιοῦτον εἰς ἔργον ἀγαγεῖν αὐτῷ; εἴ τις φονεύσειν; εἴ τις ὅλως δι’ ὅρκου ἔντολήν τινα παραβήσεσθαι; ὤμοσα γὰρ καὶ ἔστησα, οὐχὶ τὴν ἁμαρτίαν, ἀλλὰ τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. ὥσπερ δὲ τὴν ἐντολὴν ἀμεταθέτοις κρίμασι προσῆκε βεβαιοῦσθαι, οὕτω τὴν ἁμαρτίαν παντοίως καθήκει ἀκυροῦσθαι καὶ ἀφανίζεσθαι. Περὶ τῶν ἁρπαζόντων κανόνα μὲν παλαιὸν οὐκ ἔχομεν, ἰδίαν δὲ γνώμην ἐποιησάμεθα· τρία ἔτη καὶ αὐτοὺς καὶ τοὺς συναρπάζοντας αὐτοῖς ἔξω τῶν εὐχῶν γίνεσθαι. τὸ δὲ μὴ βιαίως γινόμενον ἀνεύθυνόν ἐστιν, ὅταν μὴ φθορὰ ᾖ μηδὲ κλοπὴ ἡγουμένη τοῦ πράγματος. αὐτεξουσία δὲ ἡ χήρα, καὶ ἐπʼ αὐτῇ τὸ ἀκολουθῆσαι. ὥστε τῶν σχημάτων ἡμῖν οὐ φροντιστέον. Ἡ ἀναχωρήσαντος τοῦ ἀνδρὸς καὶ ἀφανοῦς ὄντος, πρὸ τοῦ πεισθῆναι περὶ τοῦ θανάτου αὐτοῦ ἑτέρῳ συνοικήσασα, μοιχᾶται. Οἱ τὴν πρὸς θάνατον ἁμαρτίαν ἁμαρτάνοντες κληρικοὶ τοῦ βαθμοῦ κατάγονται, τῆς κοινωνίας δὲ τῶν λαϊκῶν οὐκ ἐξείργονται· οὐ γὰρ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό. Ἡ γυνὴ ἡ διὰ τῆς ὁδοῦ κυήσασα καὶ ἀμελήσασα τοῦ κυήματος τῷ τοῦ φόνου ἐγκλήματι ὑποκείσθω.