Πάλαι πρὸς τὰς παρὰ τῆς εὐλαβείας σου προταθείσας ἡμῖν ἐρωτήσεις ἀποκρινάμενος, οὐκ ἀπέστειλα τὸ γράμμα, τοῦτο μὲν ὑπὸ τῆς ἀρρωστίας τῆς μακρᾶς καὶ ἐπικινδύνου ἀσχοληθείς, τοῦτο δὲ ὑπὸ τῆς ἀπορίας τῶν διακονουμένων. ὀλίγοι γὰρ παρʼ ἡμῖν καὶ ὁδοῦ ἔμπειροι καὶ παρεσκευασμένοι πρὸς τὰς τοιαύτας ὑπηρεσίας. ὥστε μαθὼν τὰς αἰτίας τῆς βραδυτῆτος, δὸς ἡμῖν τὴν συγγνώμην. Ἐθαυμάσαμεν δέ σου τὴν φιλομάθειαν ὁμοῦ καὶ τὴν ταπεινοφροσύνην, ὅτι καὶ μαθεῖν καταδέχῃ, τὴν τοῦ διδάσκειν τάξιν πεπιστευμένος, καὶ μανθάνειν παρʼ ἡμῶν, οἷς οὐδὲν μέγα πρόσεστι πρὸς γνῶσιν. ἀλλʼ ὅμως, ἐπειδὴ καταδέχῃ διὰ τὸν φόβον τοῦ Θεοῦ ποιεῖν πρᾶγμα οὐ ῥᾳδίως παρʼ ἑτέρου γινόμενον, χρὴ καὶ ἡμᾶς τῇ προθυμίᾳ σου καὶ τῇ ἀγαθῇ σπουδῇ συναίρεσθαι καὶ ὑπὲρ δύναμιν. Ἠρώτησας ἡμᾶς περὶ Βιάνορος τοῦ πρεσβυτέρου, εἰ δεκτός ἐστιν εἰς τὸν κλῆρον, διὰ τὸν ὅρκον. ἐγὼ δὲ ἤδη τινὰ κοινὸν ὅρον περὶ πάντων ὁμοῦ τῶν μετʼ αὐτοῦ ὀμωμοκότων τοῖς κατʼ Ἀντιόχειαν κληρικοῖς οἶδα ἐκτεθεικώς· ὥστε τῶν μὲν δημοσίων αὐτοὺς ἀπέχεσθαι συλλόγων, ἰδίᾳ δὲ ἐνεργεῖν τὰ τῶν πρεσβυτέρων. τὸ αὐτὸ δὲ τοῦτο καὶ πρὸς τὴν ἑαυτοῦ ὑπηρεσίαν ἄδειαν αὐτῷ παρέχει, διότι οὐκ ἐν Ἀντιοχείᾳ ἐστὶν ἡ ἱερωσύνη, ἀλλʼ ἐν Ἰκονίῳ· ἥν, ὡς αὐτὸς ἐπέστειλας ἡμῖν, τῆς Ἀντιοχείας εἰς οἴκησιν ἀντηλλάξατο. ἔστιν οὖν δεκτὸς ἐκεῖνος ὁ ἀνήρ, ἀπαιτούμενος παρὰ τῆς εὐλαβείας σου μεταμέλεσθαι ἐπὶ τῇ εὐκολίᾳ τοῦ ὅρκου, ὃν ἐπὶ τοῦ ἀπίστου ἀνδρὸς ἐξωμόσατο, βαστάσαι τὴν ἐνόχλησιν τοῦ μικροῦ ἐκείνου κινδύνου μὴ δυνηθείς. Περὶ τῶν ἐκπεσουσῶν παρθένων τῶν καθομολογησαμένων τὸν ἐν σεμνότητι βίον τῷ Κυρίῳ, εἶτα διὰ τὸ ὑποπεσεῖν τοῖς πάθεσι τῆς σαρκὸς ἀθετουσῶν τὰς ἑαυτῶν συνθήκας, οἱ μὲν πατέρες ἡμῶν ἁπλῶς καὶ πράως συμπεριφερόμενοι ταῖς ἀσθενείαις τῶν κατολισθαινόντων, ἐνομοθέτησαν δεκτὰς εἶναι μετὰ τὸν ἐνιαυτόν, καθʼ ὁμοιότητα τῶν διγάμων διαταξάμενοι.ἐμοὶ δὲ δοκεῖ, ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι προϊοῦσα ἡ Ἐκκλησία, κραταιοτέρα γίνεται, καὶ πληθύνεται νῦν τὸ τάγμα τῶν παρθένων, προσέχειν ἀκριβῶς τῷ τε κατʼ ἔννοιαν φαινομένῳ πράγματι, καὶ τῇ τῆς Γραφῆς διανοίᾳ, ἣν δυνατὸν ἐξευρεῖν ἀπὸ τοῦ ἀκολούθου. χηρεία γὰρ παρθενίας ἐλάττων· οὐκοῦν καὶ τὸ τῶν χηρῶν ἁμάρτημα πολλῷ δεύτερόν ἐστι τοῦ τῶν παρθένων. ἴδωμεν τοίνυν τί γέγραπται Τιμοθέῳ παρὰ τοῦ Παύλου. Νεωτέρας δὲ χήρας παραιτοῦ. ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χρίστου, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. εἰ τοίνυν χήρα κρίματι ὑπόκειται βαρυτάτῳ, ὡς τὴν εἰς Χριστὸν ἀθετήσασα πίστιν, τί χρὴ λογίζεσθαι ἡμᾶς περὶ τῆς παρθένου, ἥτις νύμφη ἐστὶ τοῦ Χριστοῦ καὶ σκεῦος ἱερὸν ἀνατεθὲν τῷ Δεσπότῃ; μέγα μὲν ἁμάρτημα καὶ δούλην λαθραίοις γάμοις ἑαυτὴν ἐπιδιδοῦσαν φθορᾶς ἀναπλῆσαι τὸν οἶκον, καὶ καθυβρίζειν διὰ τοῦ πονηροῦ βίου τὸν κεκτημένον· πολλῷ δὲ δήπου χαλεπώτερον τὴν νύμφην μοιχαλίδα γενέσθαι καί, τὴν πρὸς τὸν νυμφίον ἕνωσιν ἀτιμάσασαν, ἡδοναῖς ἀκολάστοις ἑαυτὴν ἐπιδοῦναι. οὐκοῦν ἡ μὲν χήρα, ὡς δούλη διεφθαρμένη, καταδικάζεται, ἡ δὲ παρθένος τῷ κρίματι τῆς μοιχαλίδος ὑπόκειται. ὥσπερ οὖν τὸν ἀλλοτρίᾳ γυναικὶ συνιόντα μοιχὸν ὀνομάζομεν, οὐ πρότερον παραδεξάμενοι εἰς κοινωνίαν, πρὶν ἢ παύσασθαι τῆς ἁμαρτίας, οὕτω δῆλον ὅτι καὶ ἐπὶ τοῦ τὴν παρθένον ἔχοντος διατεθησόμεθα. ἐκεῖνο δὲ νῦν προδιομολογεῖσθαι ἡμῖν ἀναγκαῖον, ὅτι παρθένος ὀνομάζεται ἡ ἑκουσίως ἑαυτὴν προσαγαγοῦσα τῷ Κυρίῳ, καὶ ἀποταξαμένη τῷ γάμῳ, καὶ τὸν ἐν ἁγιασμῷ βίον προτιμήσασα. τὰς δὲ ὁμολογίας τότε ἐγκρίνομεν, ἀφʼ οὗπερ ἂν ἡ ἡλικία τὴν τοῦ λόγου συμπλήρωσιν ἔχῃ.οὐδὲ γὰρ τὰς παιδικὰς φωνὰς πάντως κυρίας ἐπὶ τῶν τοιούτων ἡγεῖσθαι προσῆκεν, ἀλλὰ τὴν ὑπὲρ τὰ δέκα ἓξ ἢ δέκα καὶ ἑπτὰ γενομένην ἔτη, κυρίαν οὖσαν τῶν λογισμῶν, ἀνακριθεῖσαν ἐπὶ πλεῖον εἶτα παραμείνασαν, καὶ λιπαροῦσαν διὰ ἱκεσιῶν πρὸς τὸ παραδεχθῆναι, τότε ἐγκαταλέγεσθαι χρὴ ταῖς παρθένοις, καὶ τὴν ὁμολογίαν τῆς τοιαύτης κυροῦν, καὶ τὴν ἀθέτησιν αὐτῆς ἀπαραιτήτως κολάζειν. πολλὰς γὰρ γονεῖς προσάγουσι καὶ ἀδελφοὶ καὶ τῶν προσηκόντων τινὲς πρὸ τῆς ἡλικίας, οὐκ οἴκοθεν ὁρμηθείσας πρὸς ἀγαμίαν, ἀλλά τι βιωτικὸν ἑαυτοῖς διοικούμενοι. ἃς οὐ ῥᾳδίως προσδέχεσθαι δεῖ, ἕως ἂν φανερῶς τὴν ἰδίαν αὐτῶν ἐρευνήσωμεν γνώμην. Ἀνδρῶν δὲ ὁμολογίας οὐκ ἔγνωμεν, πλὴν εἰ μή τινες ἑαυτοὺς τῷ τάγματι τῶν μοναζόντων ἐγκατηρίθμησαν· οἳ κατὰ τὸ σιωπώμενον δοκοῦσι παραδεδέχθαι τῆν ἀγαμίαν. πλὴν καὶ ἐπʼ ἐκείνων ἐκεῖνο ἡγοῦμαι προηγεῖσθαι προσήκειν· ἐρωτᾶσθαι αὐτούς, καὶ λαμβάνεσθαι τὴν παρʼ αὐτῶν ὁμολογίαν ἐναργῆ, ὥστε, ἐπειδὰν μετατίθενται πρὸς τὸν φιλόσαρκον καὶ ἡδονικὸν βίον, ὑπάγειν αὐτοὺς τῷ τῶν πορνευόντων ἐπιτιμίῳ. Ὅσαι γυναῖκες, ἐν αἱρέσει οὖσαι, παρθενίαν ὡμολόγησαν, εἶτα μετὰ ταῦτα γάμον ἀνθείλοντο, οὐχ ἡγοῦμαι χρῆναι καταδικάζεσθαι ταύτας. ὅσα γὰρ ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. αἱ δὲ μήπω ὑπελθοῦσαι τὸν ζυγὸν τοῦ Χριστοῦ οὐδὲ τὴν νομοθεσίαν ἐπιγινώσκουσι τοῦ Δεσπότου. ὥστε δεκταί εἰσι τῇ Ἐκκλησίᾳ μετὰ πάντων καὶ τὴν ἐπὶ τούτοις ἄφεσιν ἔχουσαι ἐκ τῆς πίστεως τῆς εἰς Χριστόν. καὶ καθόλου τὰ ἐν τῷ κατηχουμένῳ βίῳ γενόμενα εἰς εὐθύνας οὐκ ἄγεται. τούτους δὲ δηλονότι ἄνευ βαπτίσματος ἡ Ἐκκλησία οὐ παραδέχεται. ὥστε ἀναγκαιότατον ἐπὶ τούτοις τὰ πρεσβεῖα τῆς γενέσεως. Εἰ ἀνὴρ γυναικὶ συνοικῶν, ἐπειδὰν μὴ ἀρκεσθεὶς τῷ γάμῳ εἰς πορνείαν ἐκπέσῃ, πόρνον κρίνομεν τὸν τοιοῦτον, καὶ πλεῖον αὐτὸν παρατείνομεν ἐν τοῖς ἐπιτιμίοις·