Τὰς μοιχευθείσας γυναῖκας καὶ ἐξαγορευούσας δι’ εὐλάβειαν, ἢ ὁπωσοῦν ἐλεγχομένας, δημοσιεύειν οὐκ ἐκέλευσαν οἱ πατέρες ἡμῶν, ἵνα μὴ θανάτου αἰτίαν παράσχωμεν ἐλεγχθείσαις· ἵστασθαι δὲ αὐτὰς ἄνευ κοινωνίας προσέταξαν μέχρι τοῦ συμπληροῦσθαι τὸν χρόνον τῆς μετανοίας. Ἐπὶ δὲ τοῦ καταλειφθέντος ἀνδρὸς ὑπὸ τῆς γυναικὸς χρὴ σκοπεῖν τὴν αἰτίαν τῆς ἐγκαταλείψεως· κἂν φανῇ ἀλόγως ἀναχωρήσασα, ὁ μὲν συγγνώμης ἐστὶν ἄξιος, ἡ δὲ ἐπιτιμίου. ἡ δὲ συγγνώμη τούτῳ πρὸς τὸ κοινωνεῖν τῇ Ἐκκλησίᾳ δοθήσεται. Στρατιώτιδες, αἱ τῶν ἀνδρῶν ἀφανῶν ὄντων γαμηθεῖσαι, τῷ αὐτῷ ὑπόκεινται λόγῳ, ᾧπερ ἂν καὶ αἱ διὰ τὴν ἀποδημίαν τῶν ἀνδρῶν μὴ ἀναμείνασαι τὴν ἐπάνοδον· πλὴν ἔχει τινὰ συγγνώμην τὸ πρᾶγμα ἐνταῦθα διὰ τὸ μᾶλλον πρὸς θάνατον εἶναι τὴν ὑπόνοιαν. Μετὰ τὸ ἀφαιρεθῆναι τὴν ἀλλοτρίαν ὁ γαμήσας ἐπὶ μὲν τῇ πρώτῃ μοιχείαν ἐγκληθήσεται, ἐπὶ δὲ τῇ δευτέρᾳ ἀνεύθυνος ἔσται. Αἱ κόραι αἱ παρὰ γνώμην πατρὸς ἀκολουθήσασαι πορνεύουσι· διαλλαγέντων δὲ τῶν γονέων, δοκεῖ θεραπείαν λαμβάνειν τὸ γεγονός· οὐκ εὐθὺς δὲ εἰς τὴν κοινωνίαν ἀποκαθίστανται, ἀλλʼ ἐπιτιμηθήσονται τρία ἔτη. Ἡ τῷ μοιχῷ συζῶσα μοιχαλίς ἐστι πάντα τὸν χρόνον. Ἡ παρὰ γνώμην τοῦ δεσπότου ἀνδρὶ ἑαυτὴν ἐκδιδοῦσα ἐπόρνευσεν· ἡ δὲ μετὰ ταῦτα πεπαρρησιασμένῳ γάμῳ χρησαμένη ἐγήματο. ὥστε ἐκεῖνο μὲν πορνεία, τοῦτο δὲ γάμος. αἱ γὰρ συνθῆκαι τῶν ὑπεξουσίων οὐδὲν ἔχουσι βέβαιον. Ἡ ἐν τῇ χηρείᾳ ἑαυτῆς ἐξουσίαν ἔχουσα ἀνδρὶ συνοικεῖν ἀνέγκλητος, εἰ μηδείς ἐστιν ὁ διασπῶν τὸ συνοικέσιον· τοῦ ἀποστόλου εἰπόντος· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστίν ᾧ θέλει γαμηθῆναι· μόνον ἐν Κυρίῳ. Οἱ ἄνευ τῶν κρατούντων γάμοι πορνεῖαί εἰσιν. οὔτε οὖν πατρὸς ζῶντος, οὔτε δεσπότου, οἱ συνιόντες ἀνεύθυνοί εἰσιν. ὡς ἐὰν ἐπινεύσωσιν οἱ κύριοι τὴν συνοίκησιν, τότε λαμβάνει τὸ τοῦ γάμου βέβαιον. Ὃς θανάτου πληγὴν τῷ πλησίον ἔδωκε φονεύς ἐστιν, εἴτε ἦρξε τῆς πληγῆς εἴτε ἠμύνατο.Ἡ διάκονος ἡ τῷ Ἕλληνι συμπορνεύσασα δεκτή ἐστιν εἰς μετάνοιαν, εἰς δὲ τὴν προσφορὰν δεχθήσεται τῷ ἑβδόμῳ ἔτει, δηλονότι, ἐν ἁγνείᾳ ζῶσα. ὁ δὲ μετὰ τὴν πίστιν Ἕλλην πάλιν τῇ ἱεροσυλίᾳ προσιών, ἐπὶ τὸν ἔμετον ὑποστρέφει. ἡμεῖς δὲ τῆς διακόνου τὸ σῶμα, ὡς καθιερωμένον, οὐκέτι ἐπιτρέπομεν ἐν χρήσει εἶναι σαρκικῇ. Ἐάν τις τὸ ὄνομα λαβὼν τοῦ Χριστιανισμοῦ, ἐνυβρίζῃ τὸν Χριστόν, οὐδὲν ὄφελος αὐτῷ ἀπὸ τῆς προσηγορίας. Ἡ δὲ τῷ καταλειφθέντι πρὸς καιρὸν παρὰ τῆς γυναικὸς κατὰ ἄγνοιαν γημαμένη, εἶτα ἀφεθεῖσα διὰ τὸ ἐπανελθεῖν πρὸς αὐτὸν τὴν προτέραν, ἐπόρνευσε μέν, ἐν ἀγνοίᾳ δέ. γάμου οὖν οὐκ εἰρχθήσεται. κάλλιον δέ, ἐὰν μείνῃ οὕτως. Ἐγκρατῖται καὶ Σακκοφόροι καὶ Ἀποτακτῖται τῷ αὐτῷ οὐχ ὑπόκεινται λόγῳ, ᾧ καὶ Ναυατιανοί, ὅτι περὶ μὲν ἐκείνων κανὼν ἐξεφωνήθη, εἰ καὶ διάφορος· τὰ δὲ κατὰ τούτους ἀποσεσιώπηται. ἡμεῖς μέντοι ἑνὶ λόγῳ ἀναβαπτίζομεν τοὺς τοιούτους. εἰ δὲ παρʼ ὑμῖν ἀπηγόρευται τὸ τοῦ ἀναβαπτισμοῦ, ὥσπερ οὖν καὶ παρὰ Ῥωμαίοις, οἰκονομίας τινὸς ἕνεκα, ἀλλʼ ὁ ἡμέτερος λόγος ἰσχὺν ἐχέτω. ὅτι ἐπειδὴ ὥσπερ Μαρκιωνιστῶν ἐστιν ἀποβλάστημα ἡ κατʼ αὐτοὺς αἵρεσις, βδελυσσομένων τὸν γάμον, καὶ ἀποστρεφομένων τὸν οἶνον, καὶ τὴν κτίσιν τοῦ Θεοῦ μεμιασμένην εἶναι λεγόντων, οὐ δεχόμεθα αὐτοὺς εἰς τὴν Ἐκκλησίαν, ἐὰν μὴ βαπτισθῶσιν εἰς τὸ ἡμέτερον βάπτισμα. μὴ γὰρ λεγέτωσαν ὅτι Εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ἐβαπτίσθημεν, οἵ γε κακῶν ποιητὴν ὑποτιθέμενοι τὸν Θεόν, ἐφαμίλλως τῷ Μαρκίωνι καὶ ταῖς λοιπαῖς αἱρέσεσιν. ὥστε, ἐὰν ἀρέσῃ τοῦτο, δεῖ πλείονας ἐπισκόπους ἐν ταὐτῷ γενέσθαι καὶ οὕτως ἐκθέσθαι τὸν κανόνα, ἵνα καὶ τῷ ποιήσαντι τὸ ἀκίνδυνον ᾖ καὶ ὁ ἀποκρινόμενος τὸ ἀξιόπιστον ἔχῃ ἐν τῇ περὶ τῶν τοιούτων ἀποκρίσει. Ἡ δὲ ἐγκαταλειφθεῖσα παρὰ τοῦ ἀνδρός, κατὰ τὴν ἐμὴν γνώμην, μένειν ὀφείλει.εἰ γὰρ ὁ Κύριος εἶπεν, ὅτι Ἐάν τις καταλίπῃ γυναῖκα ἐκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, ἐκ τοῦ μοιχαλίδα αὐτὴν ὀνομάσαι ἀπέκλεισεν αὐτὴν τῆς πρὸς ἕτερον κοινωνίας. πῶς γὰρ δύναται ὁ μὲν ἀνὴρ ὑπεύθυνος εἶναι, ὡς μοιχείας αἴτιος, ἡ δὲ γυνὴ ἀνέγκλητος εἶναι, ἡ μοιχαλὶς παρὰ τοῦ Κυρίου διὰ τὴν πρὸς ἕτερον ἄνδρα κοινωνίαν προσαγορευθεῖσα; Αἱ πρὸς ἀνάγκην γενόμεναι φθοραὶ ἀνεύθυνοι ἔστωσαν. ὥστε καὶ ἡ δούλη, εἰ ἐβιάσθη παρὰ τοῦ οἰκείου δεσπότου, ἀνεύθυνός ἐστιν. Τριγαμίας νόμος οὐκ ἔστιν. ὥστε νόμῳ γάμος τρίτος οὐκ ἄγεται. τὰ μέντοι τοιαῦτα ὡς ῥυπάσματα τῆς Ἐκκλησίας ὁρῶμεν· δημοσίαις δὲ καταδίκαις οὐχ ὑποβάλλομεν, ὡς τῆς ἀνειμένης πορνείας αἱρετώτερα.