δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δʼ αὐτὸςἄκρηισʼ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκηισιλαὸν ὑπὸ σκολιῆισʼ οἵ τʼ ἔμπαλιν ἰθύνουσιν·ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δʼ ἅλις ὄλβον·πᾶσι μέν, οὐ μάλα δʼ ἶσον. ἔοικε δὲ τεκμήρασθαιἡμετέρωι μεδέοντι· περιπρὸ γὰρ εὐρὺ βέβηκεν.ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσηι·ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δʼ, εὖτε νοήσηι.οἳ δὲ τὰ μὲν πλειῶνι, τὰ δʼ οὐχ ἑνί, τῶν δʼ ἀπὸ πάμπαναὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν.χαῖρε μέγα Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων,δῶτορ ἀπημονίης. τεὰ δʼ ἔργματα τίς κεν ἀείδοι;οὐ γένετʼ, οὐκ ἔσται· τίς καὶ Διὸς ἔργματʼ ἀείσει;χαῖρε πάτερ, χαῖρʼ αὖθι· δίδου δʼ ἀρετήν τʼ ἄφενός τε.οὔτʼ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξεινοὔτʼ ἀρετὴ ἀφένοιο· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.