Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῆισιν ἀείδεινλώιον ἢ θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα,Πηλαγόνων ἐλατῆρα, δικασπόλον οὐρανίδηισι;πῶς καί μιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον;ἐν δοιῆι μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον.Ζεῦ δὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι,Ζεῦ δὲ δʼ ἐν Ἀρκαδίηι· πότεροι, πάτερ, ἐψεύσαντο;Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖοΚρῆτες ἐτεκτήναντο· σὺ δʼ οὐ θάνες, ἐσσὶ γὰρ αἰεί.ἐν δέ σε Παρρασίηι Ῥείη τέκεν, ἧχι μάλισταἔσκεν ὄρος θάμνοισι περισκεπές (ἔνθεν ὁ χῶροςἱερός, οὐδέ τί μιν κεχρημένον Εἰλειθυίηςἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά ἑ Ῥείηςὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες)·ἔνθα σʼ ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων,αὐτίκα δίζητο ῥόον ὕδατος ὧι κε τόκοιολύματα χυτλώσαιτο τεὸν δʼ ἐνὶ χρῶτα λοέσσαι.Λάδων ἀλλʼ οὔπω μέγας ἔρρεεν οὐδʼ Ἐρύμανθος,λευκότατος ποταμῶν, ἔτι δʼ ἄβροχος ἦεν ἅπασαἈρκαδίη· μέλλεν δὲ μάλʼ εὔυδρος καλέεσθαιαὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτʼ ἐλύσατο μίτρην,ἦ πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάωνἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας,πολλὰ δὲ Καρίωνος ἄνω διεροῦ περ ἐόντοςἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δʼ ἀνήρπεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν τε Μετώπηνδιψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο.καί ῥʼ ὑπʼ ἀμηχανίης σχομένη φάτο πότνια ῬείηʼΓαῖα φίλη τέκε καὶ σύ· τεαὶ δʼ ὠδῖνες ἐλαφραί.ʼεἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυνπλῆξεν ὄρος σκήπτρωι· τὸ δέ οἱ δίχα πουλὺ διέστη,ἐκ δʼ ἔχεεν μέγα χεῦμα· τόθι χρόα φαιδρύνασαὦνα τεὸν σπείρωσε, Νέδηι δέ σε δῶκε κομίζεινκευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο,πρεσβυτάτηι Νυμφέων, αἵ μιν τότε μαιώσαντοπρωτίστη γενεὴ μετά γε Στύγα τε Φιλύρην τε.οὐδʼ ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμακεῖνο Νέδην ὀνόμηνε· τὸ μέν ποθι πουλὺ κατʼ αὐτόΚαυκώνων πτολίεθρον, δ Λέπρειον πεφάτισται,συμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρ