υἱωνοὶ πίνουσι Λυκαονίης ἄρκτοιο.εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσαΖεῦ πάτερ ἡ Νύμφη σε (Θεναὶ δʼ ἔσαν ἐγγύθι Κνωσοῦ),τουτάκι τοι πέσε δαῖμον ἄπʼ ὀμφαλός· ἔνθεν ἐκεῖνοὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.Ζεῦ σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντοΔικταῖαι Μελίαι, δὲ δʼ ἐκοίμισεν Ἀδρήστειαλίκνωι ἐνὶ χρυσέωι, σὺ δʼ ἐθήσαο πίονα μαζόναἰγὸς Ἀμαλθείης, ἐπὶ δὲ γλυκὺ κηρίον ἔβρως.γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσηςἸδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα.οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντοτεύχεα πεπλήγοντες, ἵνα Κρόνος οὔασιν ἠχήνἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος.καλὰ μὲν ἠέξευ, καλὰ δʼ ἔτραφες οὐράνιε Ζεῦ,ὀξὺ δʼ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι.ἀλλʼ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια·τῶι τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντεςοὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον.δηναιοὶ δʼ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί·φάντο πάλον Κρονίδηισι διάτριχα δώματα νεῖμαι·τίς δέ κʼ ἐπʼ οὐλύμπωι τε καὶ ἄιδι κλῆρον ἐρύσσαι,δς μάλα μὴ νενίηλος; ἐπʼ ἰσαίηι γὰρ ἔοικεπήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι.ψευδοίμην ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν.οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,σή τε βίη τό τε κάρτος, ὃ καὶ πέλας εἵσαο δίφρου.θήκαο δʼ οἰωνῶν μέγʼ ὑπείροχον ἀγγελιώτηνσῶν τεράων· ἅ τʼ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.εἵλεο δʼ αἰζηῶν ὅ τι φέρτατον· οὐ σύ γε νηῶνἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν·ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκαςἄλλα μέλειν ἑτέροισι, σὺ δʼ ἐξέλεο πτολιάρχουςαὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,ὧν ἐρέτης, ὧν πάντα· τί δʼ οὐ κρατέοντος ὑπʼ ἰσχύν;αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,τευχηστὰς δʼ Ἄρηος, ἐπακτῆρας δὲ ΧιτώνηςἈρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους·ἐκ δὲ Διὸς βασιλῆες· ἐπὶ χθονὸς οὐδὲν ἀνάκτωνθειότερον· τῶι καί σφε τεὴν ἐκρίναο λάξιν.