ὕβριν δʼ ἑτοίμως στυγοῦντες,πέλοιτʼ ἂν ἔνδικοι γάμοις.ἔστι δὲ κἀκ πολέμου τειρομένοιςβωμὸς ἀρῆς φυγάσινῥῦμα, δαιμόνων σέβας.εὖ δʼ εἴη Διόθεν παναληθῶς.Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.παντᾷ τοι φλεγέθεικἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳμερόπεσσι λαοῖς.πίπτει δʼ ἀσφαλὲς οὐδʼ ἐπὶ νώτῳ,κορυφᾷ Διὸς εἰ κρανθῇ , πρᾶγμα τέλειον.δαυλοὶ γὰρ πραπίδωνδάσκιοί τε τείνουσιν πόροικατιδεῖν ἄφραστοι.ἰάπτει δʼ ἐλπίδωνἀφʼ ὑψιπύργων πανώλειςβροτούς, βίαν δʼοὔτινʼ ἐξοπλίζει·πᾶν ἄπονον δαιμονίων.ἥμενος ὃν φρόνημά πωςαὐτόθεν ἐξέπραξεν ἔμπαςἑδράνων ἐφʼ ἁγνῶν.ἰδέσθω δʼ εἰς ὕβρινβρότειον, οἵα νεάζειπυθμὴν διʼ ἁ-μὸν γάμον τεθαλὼςδυσπαραβούλοισι φρεσίν,καὶ διάνοιαν μαινόλινκέντρον ἔχων ἄφυκτον, ἄταν δʼἀπάτᾳ μεταγνούς.τοιαῦτα πάθεα μέλεα θρεομένα λέγωλιγέα βαρέα δακρυοπετῆ,ἰὴ ἰή,ἰηλέμοισιν ἐμπρεπῆ· θρεομένη μέληζῶσα γόοις με τιμῶ.