Δῖον πόρτιν ὑπερ-πόντιον τιμάορʼ, ἶνίν τʼἀνθονομούσας προγόνουβοὸς ἐξ ἐπιπνοίαςΖηνὸς ἔφαψιν· ἐπωνυμίᾳ δʼἐπεκραίνετο μόρσιμος αἰὼνεὐλόγως,Ἔπαφόν τʼ ἐγέννασεν·ὅντʼ ἐπιλεξαμένα,νῦν ἐν ποιονόμοιςματρὸς ἀρχαίας τόποις τῶνπρόσθε πόνων μνασαμένα,τά τε νῦν ἐπιδείξωπιστὰ τεκμήρια γαιονόμοις,τὰ δʼ ἄελπτά περ ὄντα φανεῖται.γνώσεταιδὲ λόγους τις ἐν μάκει.εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλωνἔγγαιος οἶκτον οἰκτρὸν ἀίων,δοξάσει τις ἀκούειν ὄπα τᾶς ΤηρεΐαςΜήτιδος οἰκτρᾶς ἀλόχου,κιρκηλάτου τʼ ἀηδόνος,ἅτʼ ἀπὸ χλωρῶν πετάλων ἐργομέναπενθεῖ μὲν οἶκτον ἠθέων·ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνωςὤλετο πρὸς χειρὸς ἕθενδυσμάτορος κότου τυχών·τὼς καὶ ἐγὼ φιλόδυρ-τος Ἰαονίοισι νόμοισιδάπτω τὰν ἁπαλὰνΝειλοθερῆ παρειὰνἀπειρόδακρύν τε καρδίαν.γοεδνὰ δʼ ἀνθεμίζομαιδειμαίνουσα φίλους, τᾶσδε φυγᾶςἀερίας ἀπὸ γᾶςεἴ τις ἐστὶ κηδεμών.ἀλλά, θεοὶ γενέταικλύετʼ εὖ τὸ δίκαιον ἰδόντες·ἥβᾳ μὴ τέλεονδόντες ἔχειν παρʼ αἶσαν,