Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνωςστόλον ἡμέτερον νάιον ἀρθέντʼἀπὸ προστομίων λεπτοψαμάθωνΝείλου. Δίαν δὲ λιποῦσαιχθόνα σύγχορτον Συρίᾳ φεύγομεν,οὔτινʼ ἐφʼ αἵματι δημηλασίανψήφῳ πόλεως γνωσθεῖσαν,ἀλλʼ αὐτογενεῖ φυξανορίᾳγάμον Αἰγύπτου παίδων ἀσεβῆʼξʼονοταζόμεναι.Δαναὸς δὲ πατὴρ καὶ βούλαρχοςκαὶ στασίαρχος τάδε πεσσονομῶνκύδιστʼ ἀχέων ἐπέκρανε,φεύγειν ἀνέδην διὰ κῦμʼ ἅλιον,κέλσαι δʼ Ἄργους γαῖαν, ὅθεν δὴγένος ἡμέτερον τῆς οἰστροδόνουβοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίαςΔιὸς εὐχόμενον τετέλεσται.τίνʼ ἂν οὖν χώραν εὔφρονα μᾶλλοντῆσδʼ ἀφικοίμεθασὺν τοῖσδʼ ἱκετῶν ἐγχειριδίοιςἐριοστέπτοισι κλάδοισιν;ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ,ὕπατοί τε θεοί, καὶ βαρύτιμοιχθόνιοι θήκας κατέχοντες,καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξὁσίων ἀνδρῶν, δέξασθʼ ἱκέτηντὸν θηλυγενῆ στόλον αἰδοίῳπνεύματι χώρας· ἀρσενοπληθῆ δʼἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ,πρὶν πόδα χέρσῳ τῆ δʼ ἐν ἀσώδειθεῖναι, ξὺν ὄχῳ ταχυήρειπέμψατε πόντονδʼ· ἔνθα δὲ λαίλαπιχειμωνοτύπῳ, βροντῇ στεροπῇ τʼὀμβροφόροισίν τʼ ἀνέμοις ἀγρίαςἁλὸς ἀντήσαντες, ὄλοιντο,πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει,σφετεριξάμενοι πατραδέλφειαντήνδʼ ἀεκόντων ἐπιβῆναι.νῦν δʼ ἐπικεκλομένα