οὐ συναλείφεται δὲ οὐδὲ ταῦτʼ ἀλλήλοις οὐδὲ προτάττεται κατὰ μίαν συλλαβὴν τὸ ι τοῦ ε· σιωπὴ δέ τις μεταξὺ ἀμφοῖν γίνεται διερείδουσα τῶν μορίων ἑκάτερον καὶ τὴν βάσιν αὐτοῖς ἀποδιδοῦσα ἀσφαλῆ. ἐν δὲ τῇ κατὰ μέρος συνθέσει τοῦ κώλου τοῖς μὲν ἐπί τε συνδέσμοις ἀφʼ ὧν ἄρχεται τὸ κῶλον, εἴτε ἄρα πρόθεσιν αὐτῶν δεῖ τὸ ἡγούμενον καλεῖν, τὸ προσηγορικὸν ἐπικείμενον μόριον τὸ κλυτὰν ἀντίτυπον πεποίηκε καὶ τραχεῖαν τὴν σύνθεσιν· κατὰ τί ποτε; ὅτι βούλεται μὲν εἶναι βραχεῖα ἡ πρώτη συλλαβὴ τοῦ κλυτάν, μακροτέρα δʼ ἐστὶ τῆς βραχείας ἐξ ἀφώνου τε καὶ ἡμιφώνου καὶ φωνήεντος συνεστῶσα. τὸ δὲ μὴ εἰλικρινῶς αὐτῆς βραχὺ καὶ ἅμα τὸ ἐν τῇ κράσει τῶν γραμμάτων δυσεκφόρητον ἀναβολήν τε ποιεῖ καὶ ἐγκοπὴν τῆς ἁρμονίας. εἰ γοῦν τὸ κ τις ἀφέλοι τῆς συλλαβῆς καὶ ποιήσειεν ἐπί τε λυτάν, λυθήσεται καὶ τὸ βραδὺ καὶ τὸ τραχὺ τῆς ἁρμονίας. πάλιν τῷ κλυτὰν προσηγορικῷ τὸ πέμπετε ῥηματικὸν ἐπικείμενον οὐκ ἔχει συνῳδὸν οὐδʼ εὐκέραστον τὸν ἦχον, ἀλλʼ ἀνάγκη στηριχθῆναι τὸ ν καὶ πιεσθέντος ἱκανῶς τοῦ στόματος τότε ἀκουστὸν γενέσθαι τὸ π· οὐ γὰρ ὑποτακτικὸν τῷ ν τὸ π. τούτου δʼ αἴτιον ὁ τοῦ στόματος σχηματισμὸς οὔτε κατὰ τὸν αὐτὸν τόπον οὔτε τῷ αὐτῷ τρόπῳ τῶν γραμμάτων ἐκφέρων ἑκάτερον· τοῦ μὲν γὰρ ν περὶ τὸν οὐρανὸν γίνεται ὁ ἦχος καὶ τῆς γλώττης ἄκροις τοῖς ὀδοῦσι προσανισταμένης καὶ τοῦ πνεύματος διὰ τῶν ῥωθώνων μεριζομένου, τοῦ δὲ π μύσαντός τε τοῦ στόματος καὶ οὐδὲν τῆς γλώττης συνεργούσης τοῦ τε πνεύματος κατὰ τὴν ἄνοιξιν τῶν χειλῶν τὸν ψόφον λαμβάνοντος ἀθροῦν, ὡς καὶ πρότερον εἴρηταί μοι· ἐν δὲ τῷ μεταλαμβάνειν τὸ στόμα σχηματισμὸν ἕτερον ἐξ ἑτέρου μήτε συγγενῆ μήτε παρόμοιον ἐμπεριλαμβάνεταί τις χρόνος, σὺν ᾧ διίσταται τὸ λεῖόν τε καὶ εὐεπὲς τῆς ἁρμονίας. καὶ ἅμα οὐδʼ ἡ προηγουμένη τοῦ πέμπετε συλλαβὴ μαλακὸν ἔχει τὸν ἦχον ἀλλʼ ὑποτραχύνει τὴν ἀκοὴν ἀρχομένη τε ἐξ ἀφώνου καὶ λήγουσα εἰς ἡμίφωνον.τῷ τε χάριν τὸ θεοὶ παρακείμενον ἀνακόπτει τὸν ἦχον καὶ ποιεῖ διερεισμὸν ἀξιόλογον τῶν μορίων, τοῦ μὲν εἰς ἡμίφωνον λήγοντος τὸ ν, τοῦ δὲ ἄφωνον ἔχοντος ἡγούμενον τὸ θ· οὐδενὸς δὲ πέφυκε προτάττεσθαι τῶν ἀφώνων τὰ ἡμίφωνα. τούτοις ἐπιφέρεται τρίτον κῶλον τουτί πολύβατον οἵ τʼ ἄστεος ὀμφαλὸν θυόεντα ἐν ταῖς ἱεραῖς Ἀθάναις οἰχνεῖτε . ἐνταῦθα τῷ τε ὀμφαλὸν εἰς τὸ ν λήγοντι τὸ θυόεντα παρακείμενον ἀπὸ τοῦ θ ἀρχόμενον ὁμοίαν ἀποδίδωσιν ἀντιτυπίαν τῇ πρότερον, καὶ τῷ θυόεντα εἰς φωνῆεν τὸ α λήγοντι ζευγνύμενον τὸ ἐν ταῖς ἱεραῖς ἀπὸ φωνήεντος τοῦ ε λαμβάνον τὴν ἀρχὴν διέσπακε τῷ μεταξὺ χρόνῳ τὸν ἦχον οὐκ ὄντι ὀλίγῳ. τούτοις ἐκεῖνα ἕπεται πανδαίδαλόν τʼ εὐκλέʼ ἀγοράν · τραχεῖα κἀνταῦθα καὶ ἀντίτυπος ἡ συζυγία· ἡμιφώνῳ γὰρ ἄφωνον συνάπτεται τῷ ν τὸ τ καὶ διαβέβηκεν ἀξιόλογον διάβασιν ὁ μεταξὺ τοῦ τε προσηγορικοῦ τοῦ πανδαίδαλον καὶ τῆς συναλοιφῆς τῆς συναπτομένης αὐτῷ χρόνος· μακραὶ μὲν γὰρ ἀμφότεραι, μείζων δὲ οὐκ ὀλίγῳ τῆς μετρίας ἡ συναλείφουσα τὰ δύο συλλαβή, ἐξ ἀφώνου τε καὶ δυεῖν συνεστῶσα φωνηέντων· εἰ γοῦν τις αὐτῆς ἀφέλοι τὸ τ καὶ ποιήσειε πανδαίδαλον εὐκλέʼ ἀγοράν, εἰς τὸ δίκαιον ἐλθοῦσα μέτρον εὐεπεστάτην ποιήσει τὴν ἁρμονίαν. ὅμοια τούτοις ἐστὶ κἀκεῖνα ἰοδέτων λαχεῖν . παράκειται γὰρ ἡμίφωνα δύο ἀλλήλοις τὸ ν καὶ τὸ λ, φυσικὴν οὐκ ἔχοντα συζυγίαν τῷ μήτε κατὰ τοὺς αὐτοὺς τόπους μήτε καθʼ ὁμοίους σχηματισμοὺς τοῦ στόματος ἐκφέρεσθαι. καὶ τὰ ἐπὶ τούτοις λεγόμενα μηκύνεταί τε ταῖς συλλαβαῖς καὶ διέστηκε ταῖς ἁρμονίαις ἐπὶ πολύ στεφάνων τᾶν τʼ ἐαριδρόπων· μακραὶ γὰρ καὶ δεῦρο συγκρούονται συλλαβαὶ τὸ δίκαιον ὑπεραίρουσαι μέτρον, ἥ τε λήγουσα τοῦ στεφάνων μορίου δυσὶ περιλαμβάνουσα ἡμιφώνοις φωνῆεν γράμμα φύσει μακρὸν καὶ ἡ συναπτομένη ταύτῃ τρισὶ μηκυνομένη γράμμασιν ἀφώνῳ καὶ φωνήεντι μακρῶς λεγομένῳ καὶ ἡμιφώνῳ·διερεισμός τε οὖν γέγονε τοῖς μήκεσι τῶν συλλαβῶν καὶ ἀντιτυπία τῇ παραθέσει τῶν γραμμάτων, οὐκ ἔχοντος τοῦ τ συνῳδὸν τῷ ν τὸν ἦχον, ὃ καὶ πρότερον εἴρηκα. παράκειται δὲ καὶ τῷ ἀοιδᾶν εἰς τὸ ν λήγοντι ἀπὸ τοῦ δ ἀρχόμενον ἀφώνου τὸ Διόθεν τε καὶ τῷ σὺν ἀγλαΐᾳ εἰς τὸ ι λήγοντι τὸ ἴδετε πορευθέντʼ ἀοιδᾶν ἀρχόμενον ἀπὸ τοῦ ι. πολλά τις ἂν εὕροι τοιαῦτα ὅλην τὴν ᾠδὴν σκοπῶν. ἵνα δὲ καὶ περὶ τῶν λοιπῶν εἰπεῖν ἐγγένηταί μοι, Πινδάρου μὲν ἅλις ἔστω, Θουκυδίδου δὲ λαμβανέσθω λέξις ἡ ἐκ τοῦ προοιμίου ἥδε· Θουκυδίδης Ἀθηναῖος ξυνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς καθισταμένου καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων, τεκμαιρόμενος ὅτι ἀκμάζοντές τε ᾖσαν ἐς αὐτὸν ἀμφότεροι παρασκευῇ τῇ πάσῃ, καὶ τὸ ἄλλο Ἑλληνικὸν ὁρῶν ξυνιστάμενον πρὸς ἑκατέρους, τὸ μὲν εὐθύς, τὸ δὲ καὶ διανοούμενον. κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο καὶ μέρει τινὶ τῶν βαρβάρων, ὡς δʼ εἰπεῖν καὶ ἐπὶ πλεῖστον ἀνθρώπων. τὰ γὰρ πρὸ αὐτῶν καὶ τὰ ἔτι παλαιότερα σαφῶς μὲν εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατα ἦν· ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι πιστεῦσαι ξυμβαίνει, οὐ μεγάλα νομίζω γενέσθαι οὔτε κατὰ τοὺς πολέμους οὔτε ἐς τἆλλα. φαίνεται γὰρ ἡ νῦν Ἑλλὰς καλουμένη οὐ πάλαι βεβαίως οἰκουμένη, ἀλλὰ μεταναστάσεις τε οὖσαι τὰ πρότερα καὶ ῥᾳδίως ἕκαστοι τὴν ἑαυτῶν ἀπολείποντες βιαζόμενοι ὑπό τινων ἀεὶ πλειόνων. τῆς γὰρ ἐμπορίας οὐκ οὔσης οὐδʼ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν οὔτε διὰ θαλάσσης, νεμόμενοί τε τὰ ἑαυτῶν ἕκαστοι ὅσον ἀποζῆν καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες οὐδὲ γῆν φυτεύοντες, ἄδηλον ὂν ὁπότε τις ἐπελθὼν καὶ ἀτειχίστων ἅμα ὄντων ἄλλος ἀφαιρήσεται, τῆς τε καθʼ ἡμέραν ἀναγκαίου τροφῆς πανταχοῦ ἂν ἡγούμενοι ἐπικρατεῖν οὐ χαλεπῶς ἀνίσταντο.