αὕτη ἡ λέξις ὅτι μὲν οὐκ ἔχει λείας οὐδὲ συνεξεσμένας ἀκριβῶς τὰς ἁρμονίας οὐδʼ ἔστιν εὐεπὴς καὶ μαλακὴ καὶ λεληθότως ὀλισθάνουσα διὰ τῆς ἀκοῆς ἀλλὰ πολὺ τὸ ἀντίτυπον καὶ τραχὺ καὶ στρυφνὸν ἐμφαίνει, καὶ ὅτι πανηγυρικῆς μὲν ἢ θεατρικῆς οὐδὲ κατὰ μικρὸν ἐφάπτεται χάριτος, ἀρχαϊκὸν δέ τι καὶ αὔθαδες ἐπιδείκνυται κάλλος, ὡς πρὸς εἰδότας ὁμοίως τοὺς εὐπαιδεύτους ἅπαντας οὐδὲν δέομαι λέγειν ἄλλως τε καὶ αὐτοῦ γε τοῦ συγγραφέως ὁμολογήσαντος, ὅτι εἰς μὲν ἀκρόασιν ἧττον ἐπιτερπὴς ἡ γραφή ἐστι, κτῆμα δʼ εἰσαεὶ μᾶλλον ἢ ἀγώνισμα εἰς τὸ παραυτίκα ἀκούειν σύγκειται . τίνα δʼ ἐστὶ τὰ θεωρήματα οἷς χρησάμενος ἁνὴρ οὗτος ἀπηνῆ καὶ αὐστηρὰν πεποίηκε τὴν ἁρμονίαν, διʼ ὀλίγων σημανῶ· ῥᾴδιον γὰρ ἔσται μικρὰ μεγάλων εἶναι δείγματα τοῖς μὴ χαλεπῶς ἐπὶ τὴν τοῦ ὁμοίου τε καὶ ἀκολούθου μεταβαίνουσιν θεωρίαν. αὐτίκα ἐν ἀρχῇ τῷ Ἀθηναῖος προσηγορικῷ τὸ ξυνέγραψε ῥῆμα ἐφαρμοττόμενον διίστησιν ἀξιολόγως τὴν ἁρμονίαν· οὐ γὰρ προτάττεται τὸ ς τοῦ ξ κατὰ συνεκφορὰν τὴν ἐν μιᾷ συλλαβῇ γινομένην· δεῖ δὲ τοῦ ς σιωπῇ καταληφθέντος τότε ἀκουστὸν γενέσθαι τὸ ξ. τοῦτο δὲ τραχύτητα ἐργάζεται καὶ ἀντιτυπίαν τὸ πάθος. ἔπειθʼ αἱ μετὰ τοῦτο γινόμεναι συγκοπαὶ τῶν ἤχων, τοῦ τε ν καὶ τοῦ π καὶ τοῦ τ καὶ τοῦ π καὶ τοῦ κ τετράκις ἑξῆς ἀλλήλοις παρακειμένων, χαράττουσιν εὖ μάλα τὴν ἀκοὴν ἀκοὴν καὶ διασαλεύουσιν ἀξιολόγως τὰς ἁρμονίας, ὅταν φῇ τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων · τούτων γὰρ τῶν μορίων τῆς λέξεως οὐθὲν ὅ τι οὐ σιωπῇ καταληφθῆναί τε δεῖ καὶ πιεσθῆναι πρότερον ὑπὸ τοῦ στόματος περὶ τὸ τελευταῖον γράμμα, ἵνα τὸ συναπτόμενον αὐτῷ τρανὴν καὶ καθαρὰν τὴν ἑαυτοῦ λάβῃ δύναμιν. ἔτι πρὸς τούτοις ἡ τῶν φωνηέντων παράθεσις ἡ κατὰ τὴν τελευταίαν τοῦ κώλου τοῦδε γενομένη ἐν τῷ καὶ Ἀθηναίων διακέκρουκε τὸ συνεχὲς τῆς ἁρμονίας καὶ διἕστακεν πάνυ αἰσθητὸν τὸν μεταξὺ λαβοῦσα χρόνον·ἀκέραστοι γὰρ αἱ φωναὶ τοῦ τε ι καὶ τοῦ α καὶ ἀποκόπτουσαι τὸν ἦχον· τὸ δʼ εὐεπὲς οἱ συνεχεῖς τε καὶ οἱ συλλεαινόμενοι ποιοῦσιν ἦχοι. καὶ αὖθις ἐν τῇ δευτέρᾳ περιόδῳ τὸ προηγούμενον κῶλον τουτί ἀρξάμενος εὐθὺς καθισταμένου μετρίως ἁρμόσας ὁ ἀνὴρ ὡς ἂν εὔφωνόν τε μάλιστα φαίνοιτο καὶ μαλακόν, τὸ μετὰ τοῦτο πάλιν ἀποτραχύνει καὶ διασπᾷ τοῖς διαχαλάσμασι τῶν ἁρμονιῶν· καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων , τρὶς γὰρ ἀλλήλοις ἑξῆς οὐ διὰ μακροῦ παράκειται φωνήεντα συγκρούσεις ἐργαζόμενα καὶ ἀνακοπὰς καὶ οὐκ ἐῶντα τὴν ἀκρόασιν ἑνὸς κώλου συνεχοῦς λαβεῖν φαντασίαν· ἥ τε περίοδος αὐτῷ λήγουσα εἰς τὸ τῶν προγεγενημένων οὐκ ἔχει τὴν βάσιν εὔγραμμον καὶ περιφερῆ, ἀλλʼ ἀκόρυφός τις φαίνεται καὶ ἀκατάστροφος, ὥσπερ μέρος οὖσα τῆς δευτέρας ἀλλʼ οὐχὶ τῆς πρώτης τέλος. τὸ δʼ αὐτὸ πέπονθε καὶ ἡ τρίτη περίοδος· καὶ γὰρ ἐκείνης ἀπερίγραφός ἐστι καὶ ἀνέδραστος ἡ βάσις τελευταῖον ἐχούσης μόριον τὸ δὲ καὶ διανοούμενον , πολλὰς ἅμα καὶ αὐτὴ περιέχουσα φωνηέντων τε πρὸς φωνήεντα ἀντιτυπίας καὶ ἡμιφώνων πρὸς ἡμίφωνα καὶ ἄφωνα, ἅσπερ ἐργάζεται τὰ μὴ συνῳδὰ τῇ φύσει τραχύτητας. ἵνα δὲ συνελὼν εἴπω, δώδεκά που περιόδων οὐσῶν ἃς παρεθέμην, εἴ τις αὐτὰς συμμέτρως μερίζοι πρὸς τὸ πνεῦμα, κώλων δὲ περιλαμβανομένων ἐν ταύταις οὐκ ἐλαττόνων ἢ τριάκοντα τὰ μὲν εὐεπῶς συγκείμενα καὶ συνεξεσμένα ταῖς ἁρμονίαις οὐκ ἂν εὕροι τις ἓξ ἢ ἑπτὰ τὰ πάντα κῶλα, φωνηέντων δὲ συμβολὰς ἐν ταῖς δώδεκα περιόδοις ὀλίγου δεῖν τριάκοντα ἡμιφώνων τε καὶ ἀφώνων ἀντιτύπων καὶ πικρῶν καὶ δυσεκφόρων παραβολάς, ἐξ ὧν αἵ τε ἀνακοπαὶ καὶ τὰ πολλὰ ἐγκαθίσματα τῇ λέξει γέγονε, τοσαύτας τὸ πλῆθος ὥστε ὀλίγου δεῖν καθʼ ἕκαστον αὐτῆς μόριον εἶναί τι τῶν τοιούτων.πολλὴ δὲ καὶ ἡ τῶν κώλων ἀσυμμετρία πρὸς ἄλληλα καὶ ἡ τῶν περιόδων ἀνωμαλία καὶ ἡ τῶν σχημάτων καινότης καὶ τὸ τῆς ἀκολουθίας ὑπεροπτικὸν καὶ τἆλλα ὅσα χαρακτηρικὰ τῆς ἀκομψεύτου τε καὶ αὐστηρᾶς ἐπελογισάμην ὄντα ἁρμονίας. ἅπαντα γὰρ διεξιέναι πάλιν ἐπὶ τῶν παραδειγμάτων καὶ καταδαπανᾶν εἰς ταῦτα τὸν χρόνον οὐκ ἀναγκαῖον ἡγοῦμαι.