τῆς μὲν οὖν αὐστηρᾶς ἁρμονίας τοιόσδε ὁ χαρακτήρ· ἐρείδεσθαι βούλεται τὰ ὀνόματα ἀσφαλῶς καὶ στάσεις λαμβάνειν ἰσχυράς, ὥστʼ ἐκ περιφανείας ἕκαστον ὄνομα ὁρᾶσθαι, ἀπέχειν τε ἀπʼ ἀλλήλων τὰ μόρια διαστάσεις ἀξιολόγους αἰσθητοῖς χρόνοις διειργόμενα· τραχείαις τε χρῆσθαι πολλαχῇ καὶ ἀντιτύποις ταῖς συμβολαῖς οὐδὲν αὐτῇ διαφέρει, οἷαι γίνονται τῶν λογάδην συντιθεμένων ἐν οἰκοδομίαις λίθων αἱ μὴ εὐγώνιοι καὶ μὴ συνεξεσμέναι βάσεις, ἀργαὶ δέ τινες καὶ αὐτοσχέδιοι· μεγάλοις τε καὶ διαβεβηκόσιν εἰς πλάτος ὀνόμασιν ὡς τὰ πολλὰ μηκύνεσθαι φιλεῖ· τὸ γὰρ εἰς βραχείας συλλαβὰς συνάγεσθαι πολέμιον αὐτῇ, πλὴν εἴ ποτε ἀνάγκη βιάζοιτο. ἐν μὲν δὴ τοῖς ὀνόμασι ταῦτα πειρᾶται διώκειν καὶ τούτων γλίχεται· ἐν δὲ τοῖς κώλοις ταῦτά τε ὁμοίως ἐπιτηδεύει καὶ τοὺς ῥυθμοὺς τοὺς ἀξιωματικοὺς καὶ μεγαλοπρεπεῖς, καὶ οὔτε πάρισα βούλεται τὰ κῶλα ἀλλήλοις εἶναι οὔτε παρόμοια οὔτε ἀνάγκῃ δουλεύοντα, ἀκόλουθα δὲ καὶ εὐγενῆ καὶ λαμπρὰ καὶ ἐλεύθερα, φύσει τʼ ἐοικέναι μᾶλλον αὐτὰ βούλεται ἢ τέχνῃ, καὶ κατὰ πάθος λέγεσθαι μᾶλλον ἢ κατʼ ἦθος. περιόδους δὲ συντιθέναι συναπαρτιζούσας ἑαυταῖς τὸν νοῦν τὰ πολλὰ μὲν οὐδὲ βούλεται· εἰ δέ ποτʼ αὐτομάτως ἐπὶ τοῦτο κατενεχθείη, τὸ ἀνεπιτήδευτον ἐμφαίνειν θέλει καὶ ἀφελές, οὔτε προσθήκαις τισὶν ὀνομάτων, ἵνα ὁ κύκλος ἐκπληρωθῇ, μηδὲν ὠφελούσαις τὸν νοῦν χρωμένη οὔτε ὅπως αἱ βάσεις αὐτῶν γένοιντο θεατρικαί τινες ἢ γλαφυραί, σπουδὴν ἔχουσα οὐδʼ ἵνα τῷ πνεύματι τοῦ λέγοντος ὦσιν αὐτάρκεις συμμετρουμένη μάλα, οὐδʼ ἄλλην τινὰ πραγματείαν τοιαύτην ἔχουσα ἐπιτήδευσιν οὐδεμίαν. ἔτι τῆς τοιαύτης ἐστὶν ἁρμονίας καὶ ταῦτα ἴδια· ἀντίρροπός ἐστι περὶ τὰς πτώσεις, ποικίλη περὶ τοὺς σχηματισμούς, ὀλιγοσύνδεσμος, ἄναρθρος, ἐν πολλοῖς ὑπεροπτικὴ τῆς ἀκολουθίας, ἥκιστʼ ἀνθηρά, μεγαλόφρων, αὐθέκαστος, ἀκόμψευτος, τὸν ἀρχαϊσμὸν καὶ τὸν πίνον ἔχουσα κάλλος.ταύτης τῆς ἁρμονίας πολλοὶ μὲν ἐγένοντο ζηλωταὶ κατά τε ποίησιν καὶ ἱστορίαν καὶ λόγους πολιτικούς, διαφέροντες δὲ τῶν ἄλλων ἐν μὲν ἐπικῇ ποιήσει ὅ τε Κολοφώνιος Ἀντίμαχος καὶ Ἐμπεδοκλῆς ὁ φυσικός, ἐν δὲ μελοποιίᾳ Πίνδαρος, ἐν τραγῳδίᾳ δʼ Αἰσχύλος, ἐν ἱστορίᾳ δὲ Θουκυδίδης, ἐν δὲ πολιτικοῖς λόγοις Ἀντιφῶν. ἐνταῦθα ἡ μὲν ὑπόθεσις ἀπῄτει πολλὰ παρασχέσθαι τῶν εἰρημένων ἑκάστου παραδείγματα, καὶ ἴσως οὐκ ἀηδὴς ἂν ὁ λόγος ἐγένετο πολλοῖς ὥσπερ ἄνθεσι διαποικιλλόμενος τοῖς ἐαρινοῖς· ἀλλʼ ὑπέρμετρον ἔμελλε φανήσεσθαι τὸ σύνταγμα καὶ σχολικὸν μᾶλλον ἢ παραγγελματικόν· οὐ μὲν δὴ οὐδʼ ἀνεξέλεγκτα παραλιπεῖν τὰ ῥηθέντα ἥρμοττεν, ὡς δὴ φανερὰ καὶ οὐ δεόμενα μαρτυρίας· ἔδει δέ πως τὸ μέτριον ἀμφοῖν λαβεῖν καὶ μήτε πλεονάσαι τοῦ καιροῦ μήτʼ ἐλλιπεῖν τῆς πίστεως. τοῦτο δὴ πειράσομαι ποιῆσαι δείγματα λαβὼν ὀλίγα παρὰ τῶν ἐπιφανεστάτων ἀνδρῶν. ποιητῶν μὲν οὖν Πίνδαρος ἀρκέσει παραληφθείς, συγγραφέων δὲ Θουκυδίδης· κράτιστοι γὰρ οὗτοι ποιηταὶ τῆς αὐστηρᾶς ἁρμονίας. ἀρχέτω δὲ Πίνδαρος, καὶ τούτου διθύραμβός τις οὗ ἐστιν ἀρχή· δεῦτʼ ἐν χορὸν Ὀλύμπιοι ἐπί τε κλυτὰν πέμπετε χάριν θεοί, πολύβατον οἵ τʼ ἄστεος ὀμφαλὸν θυόεντα ἐν ταῖς ἱεραῖς Ἀθάναις οἰχνεῖτε πανδαίδαλόν τʼ εὐκλέʼ ἀγοράν, ἰοδέτων λαχεῖν στεφάνων τᾶν τʼ ἐαριδρόπων ἀοιδᾶν· Διόθεν τέ με σὺν ἀγλαΐᾳ ἴδετε πορευθέντʼ ἀοιδᾶν δεύτερον ἐπὶ τὸν κισσοδόταν θεόν, τὸν Βρόμιον ἐριβόαν τε βροτοὶ καλέομεν, γόνον ὑπάτων νίν τε πατέρων μέλπομεν γυναικῶν τε Καδμεϊᾶν ἔμολον. ἐναργέα τελέων σάματʼ οὐ λανθάνει, φοινικοεάνων ὁπότʼ οἰχθέντος Ὡρᾶν θαλάμου εὔοδμον ἐπάγῃσιν ἔαρ φυτὰ νεκτάρεα· τότε βάλλεται, τότʼ ἐπʼ ἄμβροτον χέρσον ἐραταὶ ἴων φόβαι ῥόδα τε κόμαισι μίγνυνται ἀχεῖ τʼ ὀμφαὶ μελέων σὺν αὐλοῖς ἀχεῖ τε Σεμέλαν ἑλικάμπυκα χοροί.ταῦθʼ ὅτι μέν ἐστιν ἰσχυρὰ καὶ στιβαρὰ καὶ ἀξιωματικὰ καὶ πολὺ τὸ αὐστηρὸν ἔχει τραχύνει τε ἀλύπως καὶ πικραίνει μετρίως τὰς ἀκοὰς ἀναβέβληταί τε τοῖς χρόνοις καὶ διαβέβηκεν ἐπὶ πολὺ ταῖς ἁρμονίαις καὶ οὐ τὸ θεατρικὸν δὴ τοῦτο καὶ γλαφυρὸν ἐπιδείκνυται κάλλος ἀλλὰ τὸ ἀρχαϊκὸν ἐκεῖνο καὶ αὐστηρόν, ἅπαντες ἂν εὖ οἶδʼ ὅτι μαρτυρήσειαν οἱ μετρίαν ἔχοντες αἴσθησιν περὶ λόγους. τίνι δὲ κατασκευασθέντα ἐπιτηδεύσει τοιαῦτα γέγονεν ʽοὐ γὰρ ἄνευ γε τέχνης καὶ λόγου τινός, αὐτοματισμῷ δὲ καὶ τύχῃ χρησάμενα τοῦτον εἴληφε τὸν χαρακτῆρἀ, ἐγὼ πειράσομαι δεικνύναι. τὸ πρῶτον αὐτῷ κῶλον ἐκ τεττάρων σύγκειται λέξεως μορίων, ῥήματος καὶ συνδέσμου καὶ δυεῖν προσηγορικῶν· τὸ μὲν οὖν ῥῆμα καὶ ὁ σύνδεσμος συναλοιφῇ κερασθέντα οὐκ ἀηδῆ πεποίηκε τὴν ἁρμονίαν· τὸ δὲ προσηγορικὸν τῷ συνδέσμῳ συντιθέμενον ἀποτετράχυκεν ἀξιολόγως τὴν ἁρμογήν· τὸ γὰρ ἐν χορὸν καὶ ἀντίτυπον καὶ οὐκ εὐεπές, τοῦ μὲν συνδέσμου λήγοντος εἰς ἡμίφωνον στοιχεῖον τὸ ν, τοῦ δὲ προσηγορικοῦ τὴν ἀρχὴν λαμβάνοντος ἀφʼ ἑνὸς τῶν ἀφώνων τοῦ χ· ἀσύμμικτα δὲ τῇ φύσει ταῦτα τὰ στοιχεῖα καὶ ἀκόλλητα· οὐ γὰρ πέφυκε κατὰ μίαν συλλαβὴν τοῦ χ προτάττεσθαι τὸ ν, ὥστε οὐδὲ συλλαβῶν ὅρια γινόμενα συνάπτει τὸν ἦχον, ἀλλʼ ἀνάγκη σιωπήν τινα γενέσθαι μέσην ἀμφοῖν τὴν διορίζουσαν ἑκατέρου τῶν γραμμάτων τὰς δυνάμεις. τὸ μὲν δὴ πρῶτον κῶλον οὕτω τραχύνεται τῇ συνθέσει. κῶλα δέ με δέξαι λέγειν οὐχ οἷς Ἀριστοφάνης ἢ τῶν ἄλλων τις μετρικῶν διεκόσμησε τὰς ᾠδάς, ἀλλʼ οἷς ἡ φύσις ἀξιοῖ διαιρεῖν τὸν λόγον καὶ ῥητόρων παῖδες τὰς περιόδους διαιροῦσι. τὸ δέ γε τούτῳ παρακείμενον κῶλον τὸ ἐπί τε κλυτὰν πέμπετε χάριν θεοί διαβέβηκεν ἀπὸ τοῦ προτέρου διάβασιν ἀξιόλογον καὶ περιείληφεν ἐν αὑτῷ πολλὰς ἁρμονίας ἀντιτύπους. ἄρχει μὲν γὰρ αὐτοῦ στοιχεῖον ἓν τῶν φωνηέντων τὸ ε καὶ παράκειται ἑτέρῳ φωνήεντι τῷ ι· εἰς τοῦτο γὰρ ἔληγε τὸ πρὸ αὐτοῦ.