Οὐκοῦν καὶ ἡμᾶς διδάσκοις ἂν τοῦτο πρῶτον, ὅπως διαγνωστέον ἡμῖν εὐθὺς ἐν ἀρχῇ, τίς ἡ ἀρίστη φιλοσοφία ἐστὶ καὶ ἡ ἀληθεύουσα καὶ ἣν ἄν τις ἕλοιτο παρεὶς τὰς ἄλλας. Ἐγώ σοι φράσω. ἑώρων τοὺς πλείστους ἐπ' αὐτὴν ὁρμῶντας ὥστε εἴκαζον ἀμείνω εἶναι αὐτήν. Πόσῳ τινὶ πλείους τῶν Ἐπικουρείων ἢ Πλατωνικῶν ἢ Περιπατητικῶν; ἠρίθμησας γὰρ αὐτοὺς δηλαδὴ καθάπερ ἐν ταῖς χειροτονίαις. Ἀλλ' οὐκ ἠρίθμησα ἔγωγε, εἴκαζον δέ. Ὡς οὐκ ἐθέλεις διδάξαι με ἀλλ’ ἐξαπατᾷς, ὂς περὶ τῶν τοιούτων εἰκασμῷ φὴς καὶ πλήθει κρῖναι ἀποκρυπτόμενος λέγειν πρός με τἀληθές. Οὐ μόνον τοῦτο, ὦ Λυκῖνε, ἀλλὰ καὶ ἤκουον ἁπάντων λεγόντων ὡς οἱ μὲν Ἐπικούρειοι γλυκύθυμοι καὶ φιλήδονοί εἰσιν, οἱ Περιπατητικοὶ δὲ φιλόπλουτοι καὶ ἐριστικοί τινες, οἱ Πλατωνικοὶ δὲ τετύφωνται καὶ φιλόδοξοί εἰσι, περὶ δὲ τῶν Στωϊκῶν πολλοὶ ἔφασκον ὅτι ἀνδρώδεις καὶ πάντα γιγνώσκουσιν καὶ ὅτι ὁ ταύτην ἰὼν τὴν ὁδὸν μόνος βασιλεύς, μόνος πλούσιος, μόνος σοφὸς καὶ συνόλως ἅπαντα.