Ἔλεγον δὲ ταῦτα πρὸς σὲ ἄλλοι δηλαδὴ περὶ αὐτῶν. οὐ γὰρ δὴ ἐκείνοις ἂν αὐτοῖς ἐπίστευσας ἐπαινοῦσι τὰ αὐτῶν. Οὐδαμῶς, ἀλλὰ οἱ ἄλλοι ἔλεγον. Οἱ μὲν δὴ ἀντίδοξοι οὐκ ἔλεγον ὡς τὸ εἰκός. Οὐ γάρ. Οἱ δ’ ἄρα ἰδιῶται ταῦτα ἔλεγον. Καὶ μάλα. Ὁρᾷς ὅπως αὖθις ἐξαπατᾷς με καὶ οὐ λέγεις τἀληθές. ἀλλ’ οἴει Μαργίτῃ διαλέγεσθαί τινι, ὡς πιστεῦσαι ὅτι Ἑρμότιμος, ἀνὴρ συνετός, ἔτη τότε γεγονὼς τετταράκοντα, περὶ φιλοσοφίας καὶ φιλοσόφων ἀνδρῶν τοῖς ἰδιώταις ἐπίστευσεν καὶ κατὰ τὰ ὑπ' ἐκείνων λεγόμενα ἐποιεῖτο τὴν αἵρεσιν τῶν κρειττόνων. οὐ γὰρ ἀξιῶ πιστεῦσαί σοι τοιαῦτα λέγοντι.