Ἴθι δή, ὦ φιλότης, ἀπόκριναί μοι· τῷ τότε πιστεύσας τὸ πρῶτον ὁπότε ᾔεις φιλοσοφήσων πολλῶν σοι θυρῶν ἀναπεπταμένων παρεὶς σὺ τὰς ἄλλας εἰς τὴν τῶν Στωϊκῶν ἧκες καὶ δι’ ἐκείνης ἠξίους ἐπὶ τὴν ἀρετὴν εἰσιέναι ὡς δὴ μόνης ἀληθοῦς οὔσης καὶ τὴν εὐθεῖαν ἐπιδεικνυούσης, τῶν δ’ ἄλλων εἰς τυφλὰ καὶ ἀνέξοδα φερουσῶν; τίνι ταῦτ' ἐτεκμαίρου τότε; καὶ μή μοι τὸν νῦν δὴ τοῦτον σεαυτὸν ἐννόει, τὸν εἴτε ἡμίσοφον εἴτε σοφὸν ἤδη τὰ βελτίω κρίνειν ὑπὲρ τοὺς πολλοὺς ἡμᾶς δυνάμενον, ἀλλὰ οὕτως ἀπόκριναι ὁποῖος τότε ἦσθα ἰδιώτης καὶ κατὰ τὸν νῦν ἐμέ. Οὐ συνίημι ὅ τι σοι τοῦτο βούλεται, ὦ Λυκῖνε. Καὶ μὴν οὐ πάνυ ἀγκύλον ἠρόμην. πολλῶν γὰρ ὄντων φιλοσόφων, οἷον Πλάτωνος καὶ Ἀριστοτέλους καὶ Ἀντισθένους καὶ τῶν ὑμετέρων προγόνων, τοῦ Χρυσίππου καὶ Ζήνωνος καὶ τῶν ἄλλων ὅσοι εἰσιν, τῷ σὺ πιστεύσας τοὺς μὲν ἄλλους εἴας, ἐξ ἁπάντων δὲ προελόμενος ἅπερ προῄρησαι, ἀξιοῖς κατὰ ταῦτα φιλοσοφεῖν; ἆρα καὶ σὲ ὥσπερ τὸν Χαιρεφῶντα ὁ Πύθιος ἐξέπεμψεν ἐπὶ τὰ Στωϊκῶν ἀρίστους ἐξ ἁπάντων προσειπών; ἔθος γὰρ αὐτῷ ἄλλον ἐπ' ἄλλο εἶδος φιλοσοφίας προτρέπειν τὴν ἁρμόττουσαν οἶμαι ἑκάστῳ εἰδότι. Ἀλλ' οὐδὲν τοιοῦτον, ὦ Λυκῖνε, οὐδὲ ἠρόμην περί γε τούτων τὸν θεόν. Πότερον οὐκ ἄξιον θείας συμβουλίας ἡγούμενος αὐτὸ ἢ ἱκανὸς ᾤου αὐτὸς εἶναι ἑλέσθαι τὸ βέλτιον κατὰ σαυτὸν ἄνευ τοῦ θεοῦ; Ὤιμην γάρ.