τῷ μή μ’ ἐξείπῃς ποτ̓, ἐμὸν θάλος, ὥς σευ ἀκηδέω,μηδ’ εἴ κ’ ἠϋκόμου Νιόβης πυκινώτερα κλαίω.οὐδ’ ὣς γὰρ νεμεσητὸν ὑπὲρ τέκνου γοάασθαιμητέρι δυσπαθέοντος· ἐπεὶ δέκα μῆνας ἔκαμνονπρὶν καί πέρ τ’ ἰδέειν μιν, ἐμῷ ὑπὸ ἥπατ’ ἔχουσα,καί με πυλάρταο σχεδὸν ἤγαγεν Αἰδωνῆος·ὧδέ ἑ δυστοκέουσα κακὰς ὠδῖνας ἀνέτλην.νῦν δέ μοι οἴχεται οἶος ἐπ’ ἀλλοτρίης νέον ἆθλονἐκτελέων· οὐδ’ οἶδα δυσάμμορος, εἴτε μιν αὖτιςἐνθάδε νοστήσανθ’ ὑποδέξομαι, εἴτε καὶ οὐκί.πρὸς δ’ ἔτι μ’ ἐπτοίησε διὰ γλυκὺν αἰνὸς ὄνειροςὕπνον· δειμαίνω δὲ παλιγκοτον ὄψιν ἰδοῦσαἐκπάγλως, μή μοί τι τέκνοις ἀποθύμιον ἔρδοι.εἴσατο γάρ μοι ἔχων μακέλην εὐεργέα χερσὶπαῖς ἐμὸς ἀμφοτέρῃσι, βίη Ἡρακληείη·τῇ μεγάλην ἐλάχαινε δεδεγμένος ὡς ἐπὶ μισθῷτάφρον τηλεθάοντος ἐπ’ ἐσχατιῇ τινος ἀγροῦ,γυμνὸς ἄτερ χλαίνης τε καὶ εὐμίτροιο χιτῶνος.αὐτὰρ ἐπειδὴ παντὸς ἀφίκετο πρὸς τέλος ἔργουκαρτερὸν οἰνοφόροιο πονεύμενος ἕρκος ἀλωῆς,ἤτοι ὃ λίστρον ἔμελλεν ἐπὶ προύχοντος ἐρείσαςἀνδήρου καταδῦναι, ἃ καὶ πάρος εἵματα ἕστο·ἐξαπίνης δ’ ἀνελάμψεν ὑπὲρ καπέτοιο βαθείηςπῦρ ἄμοτον, περὶ δ’ αὐτὸν ἀθέσφατος εἰλεῖτο φλόξ.αὐτὰρ ὅγ’ αἰὲν ὄπισθε θοοῖς ἀνεχάζετο ποσσίν,ἐκφυγέειν μεμαὼς ὀλοὸν μένος Ἡφαίστοιο·αἰεὶ δὲ προπάροιθεν ἑοῦ χροὸς ἠΰτε γέρροννώμασκεν μακέλην· περὶ δ’ ὄμμασιν ἔνθα καὶ ἔνθαπάπταινεν, μὴ δή μιν ἐπιφλέξει δήιον πῦρ.τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔϊκτο,Ἰφικλέης μεγάθυμος ἐπ’ οὔδεϊ κάππεσ’ ὀλισθὼνπρὶν ἐλθεῖν, οὐδ’ ὀρθὸς ἀναστῆναι δύνατ’ αὖτις,ἀλλ’ ἀστεμφὲς ἔκειτο, γέρων ὡσείτ’ ἀμενηνός,ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπὲςκαππεσέειν· κεῖται δ’ ὅγ’ ἐπὶ χθονὸς ἔμπεδον αὔτως,εἰσόκε τις χειρός μιν ἀνειρύσσῃ παριόντωναἰδεσθεὶς ὄπιδα προτέρην πολιοῖο γενείου.ὣς ἐν γῇ λελίαστο σακεσπάλος Ἰφικλείης·αὐτὰρ ἐγὼ κλαίεσκον ἀμηχανέοντας ὁρῶσαπαῖδας ἐμούς, μέχρι δή μοι ἀπέσσυτο νήδυμος ὕπνος