Μῆτερ ἐμή, τίφθ’ ὧδε φίλον κατὰ θυμὸν ἰάπτειςἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτ’ ἔρευθοςσῴζετ’ ἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι;ἦρ’ ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸςἀνδρὸς ὕπ’ οὐτιδανοῖο, λέων ὡσείθ’ ὑπὸ νεβροῦ;ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησανἀθάνατοι; τί νύ μ’ ὧδε κακῇ γονέες τέκον αἴσῃ;δύσμορος, ἥτ’ ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον,τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσινἠδ’ ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν·τοῦ δ’ οὔτις γένετ’ ἄλλος ἀποτμότερος ζωόντων,οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.σχέτλιος, ὃς τόξοισιν, ἅ οἱ πόρεν αὐτὸς Ἀπόλλωνἠέ τινος Κηρῶν ἢ Ἐρινύος αἰνὰ βέλεμνα,παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸνμαινόμενος κατὰ οἶκον, ὃ δ’ ἔμπλεος ἔσκε φόνοιο.τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσιβαλλομένους ὑπὸ πατρί, τὸ δ’ οὐδ’ ὄναρ ἤλυθεν ἄλλῳ.οὐδέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαιμητέρ’ ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν.ὡς δ’ ὄρνις δύρηται ἐπὶ σφετέροισι νεοσσοῖςὀλλυμένοις, οὕστ’ αἰνὸς ὄφις ἔτι νηπιάχονταςθάμνοις ἐν πυκινοῖσι κατεσθίει· ἣ δὲ κατ’ αὐτοὺςπωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ,οὐδ’ ἄρ’ ἔχει τέκνοισιν ἐπαρκέσαι· ἦ γάρ οἱ αὐτῇἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου·ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσαμαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.ὥς γ’ ὄφελον μετὰ παισὶν ἅμα θνῄσκουσα καὶ αὐτὴκεῖσθαι φαρμακόεντα δι’ ἥπατος ἰὸν ἔχουσα,Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.τῷ χ’ ἡμέας κλαύσαντε φίλῃσ’ ἐνὶ χερσὶ τοκῆεςπολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης,καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντωνλέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα.νῦν δ’ οἳ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσινἈονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες·αὐτὰρ ἐγὼ Τίρυνθα κάτα κραναὴν πόλιν Ἥρηςπολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτοραἰὲν ὁμῶς· δακρύων δὲ παρεστί μοι οὐδ’ ἴ ἐρωή.