ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσινοἴκῳ ἐν ἡμετέρῳ· πολέων γάρ οἱ ἔργον ἑτοῖμονμόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσανμοχθίζει πέτρης ὅγ’ ἔχων νόον ἠὲ σιδήρουκαρτερὸν ἐν στήθεσσι· σὺ δ’ ἠύτε λείβεαι ὕδωρ,νύκτας τε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθ’ ὁπόσσα.ἄλλος μὰν οὐκ ἄν τις ἐϋφρήναι με παραστὰςκηδεμόνων· οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει·καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦναίουσ’ , οὐδέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασαοἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ,νόσφι γε δὴ Πύρρης συνομαίμονος· ἣ δὲ καὶ αὐτὴἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι,σῷ υἱεῖ· πάντων γὰρ ὀϊζυρώτατα τέκναγείνασθαί σε θεῷ τε καὶ ἀνέρι θνητῷ ἔολπα.ὣς ἄρ’ ἔφη· τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλωνκόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο,μνησαμένῃ τέκνων τε καὶ ὧν μετέπειτα τοκήων.ὣς δ’ αὔτως δακρύοισι παρήϊα λεύκ’ ἐδίαινενἈλκμήνη· βαρὺ δ’ ἥγε καὶ ἐκ θυμοῦ στενάχουσαμύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα·δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτοπευκαλίμαις; πῶς ἄμμ’ ἐθέλεις ὀροθυνέμεν ἄμφωκήδἐ ἄλαστα λέγουσα; τὰ δ’ οὐ νῦν πρῶτα κέκλαυται.ἢ οὐκ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον αἰὲν ἐπ’ ἦμαργινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη,ὅστις ἀριθμήσειεν ἐφ’ ἡμετέροις ἀχέεσσι.θάρσει· οὐ τοιῆσδ’ ἐκυρήσαμεν ἐκ θεοῦ αἴσης.καὶ δ’ αὐτὴν ὁρόω σε φίλον τέκος ἀτρύτοισινἄλγεσι μοχθίζουσαν. ἐπιγνώμων δέ τοί εἰμιἀσχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί·καί σε μάλ’ ἐκπάγλως ὀλοφύρομαι ἠδ’ ἐλεαίρω,οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες,ὅσθ’ ἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται.ἴστω γὰρ Κούρη τε καὶ εὐέανος Δημήτηρ,ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσαιδυσμενέων, μηθέν σε χερειότερον φρεσὶν ᾗσιστέργειν ἢ εἴπερ μοι ὑπὲκ νηδυιόφιν ἦλθεςκαί μοι τηλυγέτη ἐνὶ δώμασι παρθένος ἦσθα.οὐδ’ αὐτήν γέ νυ πάμπαν ἔολπά σε τοῦτό γε λήθειν.