καὶ βούτας ἐλίγαινε καὶ ἀείδων ἐνόμευε,καὶ σύριγγας ἔτευχε καὶ ἁδέα πόρτιν ἄμελγε,καὶ παίδων ἐδίδασκε φιλήματα, καὶ τὸν Ἔρωταἔτρεφεν ἐν κόλποισι καὶ ἤρεθε τὰν Ἀφροδίταν.ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.πᾶσα Βίων θρηνεῖ σε κλυτὰ πόλις, ἄστεα πάντα.Ἄσκρα μὲν γοάει σε πολὺ πλέον Ἡσιόδοιο·Πίνδαρον οὐ ποθέοντι τόσον Βοιωτίδες ὗλαι·οὐ τόσον Ἀλκαίῳ περιμύρατο Λέσβος ἐραννά·οὐδὲ τόσον ὃν ἀοιδὸν ὀδύρατο Τήϊον ἄστυ·σὲ πλέον Ἀρχιλόχοιο ποθεῖ Πάρος· ἀντὶ δὲ Σαπφῶςεἰσέτι σεῦ τὸ μέλισμα κινύρεται ἁ Μιτυλάνα.εἶ δὲ Συρακοσίοισι Θεόκριτος· αὐτὰρ ἐγώ τοιΑὐσονικᾶς ὀδύνας μέλπω μέλος, οὐ ξένος ᾠδᾶςβουκολικᾶς, ἀλλ’ ἅντε διδάξαο σεῖο μαθητὰςκλαρονόμος Μοίσας τᾶς Δωρίδος, ᾇ με γεραίρωνἄλλοις μὲν τεὸν ὄλβον, ἐμοὶ δ’ ἀπέλειπες ἀοιδάν.ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.αἰαῖ ταὶ μαλάχαι μέν, ἐπὰν κατὰ κᾶπον ὄλωνται,ἠδὲ τὰ χλωρὰ σέλινα τό τ’ εὐθαλὲς οὖλον ἄνηθον,ὕστερον αὖ ζώοντι καὶ εἰς ἔτος ἄλλο φύοντι·ἄμμες δ’ οἱ μεγάλοι καὶ καρτεροί, οἱ σοφοὶ ἄνδρες,ὁππότε πρᾶτα θάνωμες, ἀνάκοοι ἐν χθονὶ κοίλᾳεὕδομες εὖ μάλα μακρὸν ἀτέρμονα νήγρετον ὕπνον.καὶ σὺ μὲν ὦν σιγᾷ πεπυκασμένος ἔσσεαι ἐν γᾷ,ταῖς Νύμφαισι δ’ ἔδοξεν ἀεὶ τὸν βάτραχον ᾅδειν.ταῖς δ’ ἐγὼ οὐ φθονέοιμι· τὸ γὰρ μέλος οὐ καλὸν ᾅδει.ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.φάρμακον ἦλθε, Βίων, ποτὶ σὸν στόμα, φάρμακον ἦδες—τοιούτοις χείλεσσι ποτέδραμε κοὐκ ἐγλυκάνθη;τίς δὲ βροτὸς τοσσοῦτον ἀνάμερος ὡς κεράσαι τοιἢ δοῦναι καλέοντι τὸ φάρμακον;—ἔκψυγεν ᾠδά.ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.ἀλλὰ Δίκα κίχε πάντας. ἐγὼ δ’ ἐπὶ πένθεϊ τῷδεδακρυχέων τεὸν οἶτον ὀδύρομαι. εἰ δυνάμαν δέ,ὡς Ὀρφεὺς καταβὰς ποτὶ Τάρταρον, ὥς ποκ’ Ὀδυσσεύς,ὡς πάρος Ἀλκείδας, κἠγὼ τάχ’ ἂν ἐς δόμον ἦνθονΠλουτέος, ὥς κεν ἴδοιμι, καὶ εἰ Πλουτῆι μελίσδεις,ὡς ἂν ἀκουσαίμαν, τί μελίσδεαι. ἀλλ’ ἄγε ΚώρᾳΣικελικόν τι λίγαινε και ἁδύ τι βουκολιάζευ.