οὐδὲ τόσον γλαυκοῖς ἐνὶ κύμασι κηρύλος ᾆδεν,οὐ τόσον ἀῴοισιν ἐν ἄγκεσι παῖδα τὸν Ἀοῦςἱπτάμενος περὶ σᾶμα κινύρατο Μέμνονος ὄρνις,ὅσσον ἀποφθιμένοιο κατωδύραντο Βίωνος.ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.ἀδονίδες πᾶσαί τε χελιδόνες, ἅς ποκ’ ἔτερπεν,ἃς λαλέειν ἐδίδασκε, καθεζόμεναι ποτὶ πρέμνοιςἀντίον ἀλλάλαισιν ἐκώκυον· αἳ δ’ ὑπεφώνευνὄρνιθες λυπεῖσθ’ αἱ πενθάδες· ἀλλὰ καὶ ἡμεῖς.ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.τίς ποτε σᾷ σύριγγι μελίξεται ὦ τριπόθητε;τίς δ’ ἐπὶ σοῖς καλάμοις θήσει στόμα; τίς θρασὺς οὕτως;εἰσέτι γὰρ πνείει τὰ σὰ χείλεα καὶ τὸ σὸν ἆσθμα,ἀχὰ δ’ ἐν δονάκεσσι τεᾶς ἔτι βόσκετ’ ἀοιδᾶς.Πανὶ φέρω τὸ μέλισμα; τάχ’ ἂν καὶ κεῖνος ἐρεῖσαιτὸ στόμα δειμαίνοι, μὴ δεύτερα σεῖο φέρηται.ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.κλαίει καὶ Γαλάτεια τὸ σὸν μέλος, ἅν ποκ’ ἔτερπεςἑζομέναν μετὰ σεῖο παρ’ ἀϊόνεσσι θαλάσσας.οὐ γὰρ ἴσον Κύκλωπι μελίσδεο· τὸν μὲν ἔφευγενἁ καλὰ Γαλάτεια, σὲ δ’ ἅδιον ἔβλεπεν ἅλμας.καὶ νῦν λασαμένα τῶ κύματος ἐν ψαμάθοισινἕζετ’ ἐρημαίαισι, βόας δ’ ἔτι σεῖο νομεύει.ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.πάντα τοι ὦ βούτα συγκάτθανε δῶρα τὰ Μοισᾶν,παρθενικᾶν ἐρόεντα φιλήματα, χείλεα παίδων,καὶ στυμνοὶ περὶ σῶμα τεὸν κλαίουσιν Ἔρωτες.χἀ Κύπρις ποθέει σε πολὺ πλέον ἢ τὸ φίλημα,τὸ πρώαν τὸν Ἄδωνιν ἀποθνᾴσκοντα φίλησεν.τοῦτό τοι ὦ ποταμῶν λιγυρώτατε δεύτερον ἄλγος,τοῦτο, Μέλη, νέον ἄλγος. ἀπώλετο πρᾶν τοι Ὅμηρος,τῆνο τὸ Καλλιόπας γλυκερὸν στόμα, καί σε λέγοντιμύρασθαι καλὸν υἷα πολυκλαύτοισι ῥεέθροις,πᾶσαν δ’ ἔπλησας φωνᾶς ἅλα· νῦν πάλιν ἄλλονυἱέα δακρύεις, καινῷ δ’ ἐπὶ πένθεϊ τάκῃ.ἀμφότεροι παγαῖς πεφιλημένοι, ὃς μὲν ἔπινεΠαγασίδος κράνας, ὃ δ’ ἔχεν πόμα τᾶς Ἀρεθοίσας.χὢ μὲν Τυνδαρέοιο καλὰν ἄεισε θύγατρακαὶ Θέτιδος μέγαν υἷα καὶ Ἀτρείδαν Μενέλαον·τῆνος δ’ οὐ πολέμους, οὐ δάκρυα, Πᾶνα δ’ ἔμελπε,