καὶ κείνα Σικελά, καὶ ἐν Αἰτναίαισιν ἔπαιζενᾀόσι, καὶ μέλος οἶδε τὸ Δώριον· οὐκ ἀγέραστοςἐσσεῖθ’ ἁ μολπά. χὠς Ὀρφέϊ πρόσθεν ἔδωκενἁδέα φορμίζοντι παλίσσυτον Εὐρυδίκειαν,καὶ σὲ Βίων πέμψει τοῖς ὤρεσιν. εἰ δέ τι κἠγὼνσυρίσδων δυνάμαν, παρὰ Πλουτέϊ κ’ αὐτὸς ἄειδον.