Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματʼ ἔχοντεςδῶρον ἐδώρησαν, πῆμʼ ἀνδράσιν ἀλφηστῇσιν.αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν,εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντηνδῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον· οὐδʼ Ἐπιμηθεὺςἐφράσαθʼ, ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρονδέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλʼ ἀποπέμπεινἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται.αὐτὰρ ὃ δεξάμενος, ὅτε δὴ κακὸν εἶχʼ, ἐνόησεν.Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπωννόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιονούσων τʼ ἀργαλέων, αἵ τʼ ἀνδράσι Κῆρας ἔδωκαν.αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσαἐσκέδασʼ· ἀνθρώποισι δʼ ἐμήσατο κήδεα λυγρά.μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισινἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζεἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιοαἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο.ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται·πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα·νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ, αἳ δʼ ἐπὶ νυκτὶαὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαισιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.οὕτως οὔτι πη ἔστι Διὸς νόον ἐξαλέασθαι.εἰ δʼ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσωεὖ καὶ ἐπισταμένως· σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν.ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τʼ ἄνθρωποι.χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπωνἀθάνατοι ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες.οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτʼ οὐρανῷ ἐμβασίλευεν·ὥστε θεοὶ δʼ ἔζωον ἀκηδέα θυμὸν ἔχοντεςνόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος· οὐδέ τι δειλὸνγῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοιτέρποντʼ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων·θνῇσκον δʼ ὥσθʼ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντατοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρααὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δʼ ἐθελημοὶἥσυχοι ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσιν.