οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ.κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν·ῥηιδίως γάρ κεν καὶ ἐπʼ ἤματι ἐργάσσαιο,ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν,ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης·τοὔνεκʼ ἄρʼ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά.κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖοἔκλεψʼ ἀνθρώποισι Διὸς πάρα μητιόεντοςἐν κοΐλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον.τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζεύς·Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας,σοί τʼ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.τοῖς δʼ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντεςτέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.ὣς ἔφατʼ· ἐκ δʼ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε.Ἥφαιστον δʼ ἐκέλευσε περικλυτὸν ὅττι τάχισταγαῖαν ὕδει φύρειν, ἐν δʼ ἀνθρώπου θέμεν αὐδὴνκαὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκεινπαρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνηνἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτηνκαὶ πόθον ἀργαλέον καὶ γυιοκόρους μελεδώνας·ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθοςἙρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην.ὣς ἔφαθʼ· οἳ δʼ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι.αὐτίκα δʼ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήειςπαρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη·ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήν γεὯραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν·πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη.ἐν δʼ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντηςψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθοςτεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δʼ ἄρα φωνὴνθῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα