αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,—τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονταιἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων,οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργαἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπʼ αἶαν,πλουτοδόται· καὶ τοῦτο γέρας βασιλήιον ἔσχον—,δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθενἀργύρεον ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες,χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα.ἀλλʼ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇἐτρέφετʼ ἀτάλλων, μέγα νήπιος, ᾧ ἐνὶ οἴκῳ.ἀλλʼ ὅτʼ ἄρʼ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο,παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγεʼ ἔχοντεςἀφραδίῃς· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντοἀλλήλων ἀπέχειν, οὐδʼ ἀθανάτους θεραπεύεινἤθελον οὐδʼ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς,ἣ θέμις ἀνθρώποις κατὰ ἤθεα. τοὺς μὲν ἔπειταΖεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰςοὐκ ἔδιδον μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,—τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοῖς καλέονται,δεύτεροι, ἀλλʼ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ—,Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπωνχάλκειον ποίησʼ, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον,ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον· οἷσιν Ἄρηοςἔργʼ ἔμελεν στονόεντα καὶ ὕβριες· οὐδέ τι σῖτονἤσθιον, ἀλλʼ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν,ἄπλαστοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοιἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.τῶν δʼ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοιχαλκῷ δʼ εἰργάζοντο· μέλας δʼ οὐκ ἔσκε σίδηρος.καὶ τοὶ μὲν χείρεσσιν ὕπο σφετέρῃσι δαμέντεςβῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Ἀίδαονώνυμνοι· θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόνταςεἷλε μέλας, λαμπρὸν δʼ ἔλιπον φάος ἠελίοιο.αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψεν,αὖτις ἔτʼ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃΖεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον,ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονταιἡμίθεοι, προτέρη γενεὴ κατʼ ἀπείρονα γαῖαν.