μηδʼ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δʼ ἐξαλέασθαι·μηδʼ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.ὧδʼ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην.φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραιῥεῖα μάλʼ, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δʼ ἀποθέσθαι.φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶλαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.Ἤματα δʼ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖρανπεφραδέμεν δμώεσσι· τριηκάδα μηνὸς ἀρίστηνἔργα τʼ ἐποπτεύειν ἠδʼ ἁρμαλιὴν δατέασθαι.αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος,εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν.Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ·τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ·ὀγδοάτη δʼ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸςἔξοχʼ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι·ἑνδεκάτη δὲ δυωδεκάτη τʼ, ἄμφω γε μὲν ἐσθλαί,ἠμὲν ὄις πείκειν ἠδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι·ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγʼ ἀμείνων·τῇ γάρ τοι νῇ νήματʼ ἀερσιπότητος ἀράχνηςἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται·τῇ δʼ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.Μηνὸς δʼ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαισπέρματος ἄρξασθαι· φυτὰ δʼ ἐνθρέψασθαι ἀρίστη.ἕκτη δʼ ἡ μέσση μάλʼ ἀσύμφορός ἐστι φυτοῖσιν,ἀνδρογόνος δʼ ἀγαθή· κούρῃ δʼ οὐ σύμφορός ἐστιν,οὔτε γενέσθαι πρῶτʼ οὔτʼ ἂρ γάμου ἀντιβολῆσαι.οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε γενέσθαιἄρμενος, ἀλλʼ ἐρίφους τάμνειν καὶ πώεα μήλωνσηκόν τʼ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ·ἐσθλὴ δʼ ἀνδρογόνος· φιλέοι δʼ ὅ γε κέρτομα βάζεινψεύδεά θʼ αἱμυλίους τε λόγους κρυφίους τʼ ὀαρισμούς.μηνὸς δʼ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκονταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς.εἰκάδι δʼ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶταγείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν.ἐσθλὴ δʼ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰςμέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦςκαὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺςπρηΰνειν ἐπὶ χεῖρα τιθείς. πεφύλαξο δὲ θυμῷ