τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστοςφειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης.εἰ δὲ κακὸν εἴποις, τάχα κʼ αὐτὸς μεῖζον ἀκούσαις.μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναιἐκ κοινοῦ· πλείστη δὲ χάρις, δαπάνη τʼ ὀλιγίστη.μηδέ ποτʼ ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνονχερσὶν ἀνίπτοισιν μηδʼ ἄλλοις ἀθανάτοισιν·οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τʼ ἀράς.μηδʼ ἄντʼ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν·αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τʼ ἀνιόντα·μήτʼ ἐν ὁδῷ μήτʼ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃςμηδʼ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν·ἑζόμενος δʼ ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς,ἢ ὅ γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς.μηδʼ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκουἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλʼ ἀλέασθαι.μηδʼ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντασπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός.μηδέ ποτʼ αἰενάων ποταμῶν καλλίρροον ὕδωρποσσὶ περᾶν, πρίν γʼ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα,χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ.ὃς ποταμὸν διαβῇ κακότητʼ ἰδὲ χεῖρας ἄνιπτος,τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.μηδʼ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃαὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεπινόντων· ὀλοὴ γὰρ ἐπʼ αὐτῷ μοῖρα τέτυκται.μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.μηδʼ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόνταἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή.μηδʼ ἐπʼ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον,παῖδα δυωδεκαταῖον, ὅτʼ ἀνέρʼ ἀνήνορα ποιεῖ,μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαιἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστʼ ἐπὶ καὶ τῷποινή. μηδʼ ἱεροῖσιν ἐπʼ αἰθομένοισι κυρήσαςμωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ.μηδέ ποτʼ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων