τετράδʼ ἀλεύασθαι φθίνοντός θʼ ἱσταμένου τεἄλγεʼ ἃ θυμοβορῆ μάλα γὰρ τετελεσμένον ἦμαρ.Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι οἶκον ἄκοιτινοἰωνοὺς κρίνας, οἳ ἐπʼ ἔργματι τούτῳ ἄριστοι.πέμπτας δʼ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί·ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύεινὍρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμʼ ἐπιόρκοις.Μέσσῃ δʼ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴνεὖ μάλʼ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇβαλλέμεν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρανήιά τε ξύλα πολλά, τά τʼ ἄρμενα νηυσὶ πέλονται.τετράδι δʼ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.εἰνὰς δʼ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ,πρωτίστη δʼ εἰνὰς παναπήμων ἀνθρώποισιν·ἐσθλὴ μὲν γάρ θʼ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαιἀνέρι τʼ ἠδὲ γυναικί· καὶ οὔποτε πάγκακον ἦμαρ.παῦροι δʼ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστηνἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναιβουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι,νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντονεἰρύμεναι· παῦροι δέ τʼ ἀληθέα κικλῄσκουσιν.τετράδι δʼ οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρμέσση· παῦροι δʼ αὖτε μετʼ εἰκάδα μηνὸς ἀρίστηνἠοῦς γιγνομένης· ἐπὶ δείελα δʼ ἐστὶ χερείων.αἵδε μὲν ἡμέραι εἰσὶν ἐπιχθονίοις μέγʼ ὄνειαρ,αἱ δʼ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι.ἄλλος δʼ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν.ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ.τάων εὐδαίμων τε καὶ ὄλβιος, ὃς τάδε πάνταεἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν,ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.